Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.13.4 Polyb. 27.15.5 (English) >>Polyb. 27.15.13

27.15.2 Χάροψ ἦν Ἠπειρώτης, ἀνὴρ τἄλλα μὲν καλὸς κἀγαθὸς καὶ φίλος Ῥωμαίων, ὃς Φιλίππου τὰ κατὰ τὴν Ἤπειρον στενὰ κατασχόντος αἴτιος ἐγένετο τοῦ Φίλιππον μὲν ἐκπεσεῖν ἐκ τῆς Ἠπείρου, Τίτον δὲ καὶ τῆς Ἠπείρου κρατῆσαι καὶ τῶν Μακεδόνων. 27.15.3 οὗτος υἱὸν ἔσχε Μαχατᾶν, οὗ Χάροψ ἐγένετο. 27.15.4 τοῦτον ἀντίπαιδα κατὰ τὴν ἡλικίαν ὄντα τοῦ πατρὸς μεταλλάξαντος Χάροψ μετὰ τῆς καθηκούσης προστασίας εἰς τὴν Ῥώμην ἀπέστειλε χάριν τοῦ καὶ τὴν διάλεκτον καὶ τὰ γράμματα τὰ Ῥωμαϊκὰ μαθεῖν. 27.15.5 τοῦτο τὸ μειράκιον πολλοῖς σύνηθες γεγονὸς ἐπανῆλθε μετά τινα χρόνον εἰς τὴν οἰκείαν. 27.15.6 μὲν οὖν πρεσβύτερος Χάροψ μετήλλαξε τὸν βίον. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. 27.15.7 τὰς μὲν οὖν ἀρχὰς οὐδεὶς ἦν αὐτοῦ λόγος, ἀλλʼ οἱ προκατέχοντες καὶ ταῖς ἡλικίαις καὶ ταῖς δόξαις, οἱ περὶ τὸν Ἀντίνουν, ἐχείριζον τὰ κοινὰ κατὰ τὰς αὑτῶν γνώμας. τοῦ δὲ πολέμου τοῦ Περσικοῦ συστάντος, 27.15.8 εὐθέως διέβαλλε τὸ μειράκιον τοὺς προειρημένους ἄνδρας πρὸς Ῥωμαίους, ἀφορμῇ μὲν χρώμενον τῇ προγεγενημένῃ συστάσει τῶν ἀνδρῶν πρὸς τὴν Μακεδόνων οἰκίαν, 27.15.9 κατὰ δὲ τὸ παρὸν πάντα παρατηροῦν καὶ πᾶν τὸ λεγόμενον πραττόμενον ὑπʼ αὐτῶν ἐπὶ τὸ χεῖρον ἐκδεχόμενον καὶ τὰ μὲν ἀφαιροῦν τὰ δὲ προστιθὲν ἐλάμβανε πιθανότητας κατὰ τῶν ἀνθρώπων.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.13.4 Polyb. 27.15.5 (English) >>Polyb. 27.15.13

Powered by PhiloLogic