27.2.5 πλὴν ἀποδεξάμενοι τοὺς Θηβαίους οἱ περὶ τὸν Μάρκιον τήν τε πόλιν ἐπῄνεσαν καὶ τοὺς φυγάδας συνεβούλευσαν καταγαγεῖν εἰς τὴν οἰκείαν.
27.2.6 εὐθύς τε παρήγγειλαν πρεσβεύειν πᾶσι τοῖς ἀπὸ τῶν πόλεων εἰς τὴν Ῥώμην, διδόντας αὑτοὺς εἰς τὴν πίστιν κατʼ ἰδίαν ἑκάστους.
27.2.7 πάντων δὲ κατὰ τὴν πρόθεσιν αὐτοῖς χωρούντων — ταῦτα δʼ ἦν τὸ διαλῦσαι τῶν Βοιωτῶν τὸ ἔθνος καὶ λυμήνασθαι τὴν τῶν πολλῶν εὔνοιαν πρὸς τὴν Μακεδόνων οἰκίαν —
27.2.8 οὗτοι μὲν μεταπεμψάμενοι Σέρουιον ἐξ Ἄργους καὶ καταλιπόντες ἐπὶ τῆς Χαλκίδος προῆγον ἐπὶ Πελοπόννησον, Νέων δὲ μετά τινας ἡμέρας ἀνεχώρησεν εἰς Μακεδονίαν.
27.2.9 οἱ δὲ περὶ τὸν Ἰσμηνίαν καὶ Δικέταν τότε μὲν ἀπήχθησαν εἰς φυλακήν, μετὰ δέ τινα χρόνον ἀπήλλαξαν αὑτοὺς ἐκ τοῦ ζῆν.
27.2.10 τὸ δὲ τῶν Βοιωτῶν ἔθνος ἐπὶ πολὺν χρόνον συντετηρηκὸς τὴν κοινὴν συμπολιτείαν καὶ πολλοὺς καὶ ποικίλους καιροὺς διαπεφευγὸς παραδόξως τότε προπετῶς καὶ ἀλογίστως ἑλόμενον τὰ παρὰ Περσέως, εἰκῇ καὶ παιδαριωδῶς πτοηθὲν κατελύθη καὶ διεσκορπίσθη κατὰ πόλεις.
27.2.11
Οἱ δὲ περὶ τὸν Αὖλον καὶ Μάρκιον παραγενηθέντες εἰς τὴν τῶν Ἀργείων πόλιν ἐχρημάτισαν ταῖς συναρχίαις ταῖς τῶν Ἀχαιῶν καὶ παρεκάλεσαν Ἄρχωνα τὸν στρατηγὸν χιλίους ἐκπέμψαι στρατιώτας εἰς Χαλκίδα, παραφυλάξοντας τὴν πόλιν μέχρι τῆς Ῥωμαίων διαβάσεως.