27.19.1
Ὅτι Ἀντίοχος ὁρῶν ἐκφανῶς ἤδη τοὺς κατὰ τὴν Ἀλεξάνδρειαν παρασκευαζομένους εἰς τὸν περὶ Κοίλης Συρίας πόλεμον, εἰς μὲν τὴν Ῥώμην ἔπεμψε πρεσβευτὰς τοὺς περὶ Μελέαγρον,
27.19.2 ἐντειλάμενος λέγειν τῇ συγκλήτῳ καὶ διαμαρτύρασθαι διότι παρὰ πάντα τὰ δίκαια Πτολεμαῖος αὐτῷ τὰς χεῖρας ἐπιβάλλει πρότερος —
27.20.1
Ἴσως μὲν οὖν ἐν πᾶσι τοῖς ἀνθρωπείοις τῷ καιρῷ δεῖ μετρεῖν ἕκαστα τῶν ἐνεργουμένων· μεγίστην γὰρ οὗτος ἔχει δύναμιν· μάλιστα δʼ ἐν τοῖς πολεμικοῖς·
27.20.2 ὀξύταται γὰρ περὶ τούτων εἰς ἑκάτερα τὰ μέρη γίνονται ῥοπαί· τὸ δʼ ἀστοχεῖν τούτων μέγιστόν ἐστι τῶν ἁμαρτημάτων. —
27.20.3
Ὅτι δοκοῦσι πολλοὶ μὲν τῶν ἀνθρώπων ἐπιθυμεῖν τῶν καλῶν, ὀλίγοι δὲ τολμᾶν ἐγχειρεῖν αὐτοῖς, σπάνιοι δὲ τῶν ἐγχειρησάντων ἐπὶ τέλος ἀγαγεῖν τὰ πρὸς τὸ καθῆκον ἐν ἑκάστοις ποιούμενα.