Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.2.7 Polyb. 27.3.3 (English) >>Polyb. 27.4.5

27.2.12 τοῦ δʼ Ἄρχωνος ἑτοίμως συνυπακούσαντος, οὗτοι μὲν ταῦτα διαπράξαντες ἐν τοῖς Ἕλλησι κατὰ χειμῶνα καὶ τῷ Ποπλίῳ συμμίξαντες ἀπέπλεον εἰς τὴν Ῥώμην. —

27.3.1

Ὅτι οἱ περὶ τὸν Τεβέριον καὶ Ποστόμιον καὶ Ἰούνιον κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιπορευόμενοι τὰς νήσους καὶ τὰς κατὰ τὴν Ἀσίαν πόλεις πλεῖστον δʼ ἐν τῇ Ῥόδῳ, 27.3.2 καίπερ οὐ προσδεομένων τῶν Ῥοδίων κατὰ τοὺς τότε χρόνους. 27.3.3 Ἁγησίλοχος γάρ, τότε πρυτανεύων, ἀνὴρ τῶν εὐδοκιμούντων, καὶ μετὰ ταῦτα πρεσβεύσας εἰς τὴν Ῥώμην, ἔτι πρότερον ἅμα τῷ φανερὸν γενέσθαι διότι μέλλουσι πολεμεῖν Ῥωμαῖοι τῷ Περσεῖ, τἄλλα τε παρακεκλήκει τοὺς πολλοὺς ὑπὲρ τοῦ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων καὶ τετταράκοντα ναῦς συμβουλεύσας τοῖς Ῥοδίοις ὑποζωννύειν, 27.3.4 ἵνʼ, ἐάν τις ἐκ τῶν καιρῶν γένηται χρεία, μὴ τότε παρασκευάζωνται πρὸς τὸ παρακαλούμενον, ἀλλʼ ἑτοίμως διακείμενοι πράττωσι τὸ κριθὲν ἐξ αὐτῆς. 27.3.5 τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. —

27.4.1

Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφʼ ἑκατέρων ῥηθέντας λόγους,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.2.7 Polyb. 27.3.3 (English) >>Polyb. 27.4.5

Powered by PhiloLogic