Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.3.1 Polyb. 27.4.3 (English) >>Polyb. 27.4.10

27.3.5 τότε προφερόμενος τοῖς Ῥωμαίοις καὶ δεικνὺς ὑπὸ τὴν ὄψιν τὰς παρασκευάς, εὐδοκουμένους τῇ πόλει τοὺς πρεσβευτὰς ἐξαπέστειλεν. οἱ δὲ περὶ τὸν Τεβέριον ἀποδεδεγμένοι τὴν τῶν Ῥοδίων εὔνοιαν ἐκομίζοντο εἰς τὴν Ῥώμην. —

27.4.1

Ὅτι Περσεὺς μετὰ τὸν σύλλογον τὸν πρὸς τοὺς Ῥωμαίους, τῶν Ἑλλήνων, πάντα τὰ δίκαια κατέταττεν εἰς τὴν ἐπιστολὴν καὶ τοὺς ὑφʼ ἑκατέρων ῥηθέντας λόγους, 27.4.2 ἅμα μὲν ὑπολαμβάνων ὑπερδέξιος φανήσεσθαι τοῖς δικαίοις, ἅμα δὲ βουλόμενος ἀπόπειραν λαμβάνειν τῆς ἑκάστων προαιρέσεως. 27.4.3 πρὸς μὲν οὖν τοὺς ἄλλους διʼ αὐτῶν τῶν γραμματοφόρων ἔπεμπε τὰς ἐπιστολάς, εἰς δὲ τὴν Ῥόδον καὶ πρεσβευτὰς συναπέστειλεν Ἀντήνορα καὶ Φίλιππον. 27.4.4 οἳ καὶ παραγενηθέντες τὰ γεγραμμένα τοῖς ἄρχουσιν ἀπέδωκαν· καὶ μετά τινας ἡμέρας ἐπελθόντες ἐπὶ τὴν βουλὴν παρεκάλουν τοὺς Ῥοδίους κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἔχειν, ἀποθεωροῦντας τὸ γινόμενον· 27.4.5 ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν. 27.4.6 τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις. 27.4.7 ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ δύναμιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.3.1 Polyb. 27.4.3 (English) >>Polyb. 27.4.10

Powered by PhiloLogic