Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.3.5 Polyb. 27.4.9 (English) >>Polyb. 27.5.7

27.4.5 ἐὰν δὲ Ῥωμαῖοι παρὰ τὰς συνθήκας ἐγχειρῶσι τὰς χεῖρας ἐπιβάλλειν τῷ Περσεῖ καὶ Μακεδόσιν, πειρᾶσθαι διαλύειν. 27.4.6 τοῦτο γὰρ πᾶσι μὲν συμφέρειν, πρέπειν δὲ μάλιστα Ῥοδίοις. 27.4.7 ὅσῳ γὰρ πλεῖον ὀρέγονται τῆς ἰσηγορίας καὶ παρρησίας καὶ διατελοῦσι προστατοῦντες οὐ μόνον τῆς αὑτῶν ἀλλὰ καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας, τοσούτῳ καὶ τὴν ἐναντίαν προαίρεσιν μάλιστα δεῖν αὐτοὺς προορᾶσθαι καὶ φυλάττεσθαι κατὰ δύναμιν. 27.4.8 ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντων τῶν πρέσβεων, ἤρεσκε μὲν ἅπασι τὰ λεγόμενα· 27.4.9 προκατεχόμενοι δὲ τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ, καὶ νικῶντος αὐτοῖς τοῦ βελτίονος, τἄλλα μὲν ἀπεδέξαντο φιλανθρώπως τοὺς πρεσβευτάς, ἠξίουν δὲ τὸν Περσέα διὰ τῆς ἀποκρίσεως εἰς μηδὲν αὑτοὺς παρακαλεῖν τοιοῦτον ἐξ οὗ φανήσονται πρὸς τὴν Ῥωμαίων ἀντιπράττοντες βούλησιν. 27.4.10 οἱ δὲ περὶ τὸν Ἀντήνορα τὴν μὲν ἀπόκρισιν οὐκ ἔλαβον , τὴν δὲ λοιπὴν φιλανθρωπίαν ἀποδεξάμενοι τὴν Ῥοδίων ἀπέπλευσαν εἰς τὴν Μακεδονίαν. —

27.5.1

Ὅτι Περσεὺς πυνθανόμενος ἔτι τινὰς τῶν ἐν τῇ Βοιωτίᾳ πόλεις ἀντέχεσθαι τῆς πρὸς αὐτὸν εὐνοίας, Ἀντίγονον ἐξαπέστειλε τὸν Ἀλεξάνδρου πρεσβευτήν. 27.5.2 ὃς καὶ παραγενόμενος εἰς Βοιωτοὺς τὰς μὲν ἄλλας πόλεις παρῆκε διὰ τὸ μηδεμίαν ἀφορμὴν λαμβάνειν ἐπιπλοκῆς, 27.5.3 εἰς δὲ Κορώνειαν καὶ Θίσβας, ἔτι δʼ Ἁλίαρτον εἰσελθὼν παρεκάλεσε τοὺς ἀνθρώπους ἀντέχεσθαι τῆς πρὸς Μακεδόνας εὐνοίας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.3.5 Polyb. 27.4.9 (English) >>Polyb. 27.5.7

Powered by PhiloLogic