Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.7.9 Polyb. 27.7.14 (English) >>Polyb. 27.8.5

27.7.12 συνέβαινε δὲ τοὺς προειρημένους οἰκείους ὑπάρχειν διὰ τὸ τὸν μὲν Πολυάρατον, ἀλαζονικώτερον ὄντα καὶ κενόδοξον, ὑπόχρεων πεποιηκέναι τὴν οὐσίαν, τὸν δὲ Δείνωνα, φιλάργυρον ὄντα καὶ θρασύν, ἐξ ἀρχῆς οἰκεῖον εἶναι τῆς ἐκ τῶν δυναστῶν καὶ βασιλέων ἐπανορθώσεως. 27.7.13 ἐφʼ οἷς Στρατοκλῆς πρύτανις ἐπαναστὰς καὶ πολλὰ μὲν κατὰ τοῦ Περσέως εἰπών, πολλὰ δὲ περὶ Ῥωμαίων ἐπʼ ἀγαθῷ, παρώρμησε τοὺς πολλοὺς εἰς τὸ κυρῶσαι τὸ ψήφισμα τὸ περὶ τῆς ἐξαποστολῆς τῶν πλοίων. 27.7.14 καὶ παραυτίκα καταρτίσαντες τετρήρεις ἕξ, πέντε μὲν ἐξαπέστειλαν ἐπὶ Χαλκίδος, ἡγεμόνα συστήσαντες ἐπʼ αὐτῶν Τιμαγόραν, τὴν δὲ μίαν εἰς Τένεδον, ἐφʼ ἧς ἄρχων ἐπέπλει 27.7.15 Τιμαγόρας. ὃς καὶ καταλαβὼν ἐν Τενέδῳ Διοφάνην, ἀπεσταλμένον ὑπὸ τοῦ Περσέως πρὸς Ἀντίοχον, αὐτοῦ μὲν οὐκ ἐγενήθη κύριος, τοῦ δὲ πληρώματος. 27.7.16 δὲ Λοκρήτιος πάντας ἀποδεξάμενος φιλανθρώπως τοὺς κατὰ θάλατταν παραγεγονότας συμμάχους ἀπέλυσε τῆς χρείας, φήσας οὐ προσδεῖσθαι τὰ πράγματα τῆς κατὰ θάλατταν βοηθείας. —

27.8.1

Ὅτι μετὰ τὴν νίκην τῶν Μακεδόνων, συνεδρίου παρὰ τῷ Περσεῖ συναχθέντος, ὑπέδειξάν τινες τῶν φίλων διότι δεῖ πρεσβείαν πέμψαι τὸν βασιλέα πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων, 27.8.2 ἐπιδεχόμενον ἔτι καὶ νῦν ὅτι φόρους δώσει Ῥωμαίοις, ὅσους πρότερον ὑπέσχετο πατὴρ καταπολεμηθείς, καὶ τόπων ἐκχωρήσει τῶν αὐτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.7.9 Polyb. 27.7.14 (English) >>Polyb. 27.8.5

Powered by PhiloLogic