Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.9.7 Polyb. 27.9.12 (English) >>Polyb. 27.11.2

27.9.10 ἐν καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ʼκείνῳ καθʼ ὅσον εἰσὶ δυνατοί, 27.9.11 πότερον οὐ συνοίδασιν αὐτῷ ποιοῦντι τὰ δίκαια κατὰ τὴν ἄθλησιν τοῦτʼ ἀγνοοῦσι διότι Κλειτόμαχος μὲν ἀγωνίζεται νῦν ὑπὲρ τῆς τῶν Ἑλλήνων δόξης, Ἀριστόνικος δὲ περὶ τῆς Πτολεμαίου τοῦ βασιλέως. 27.9.12 πότερον ἂν οὖν βουληθεῖεν τὸν Ὀλυμπίασι στέφανον Αἰγύπτιον ἀποφέρειν ἄνθρωπον νικήσαντα τοὺς Ἕλληνας, Θηβαῖον καὶ Βοιώτιον κηρύττεσθαι νικῶντα τῇ πυγμῇ τοὺς ἄνδρας. 27.9.13 ταῦτα δʼ εἰπόντος τοῦ Κλειτομάχου τηλικαύτην φασὶ γενέσθαι τὴν μετάπτωσιν τῶν πολλῶν ὥστε πάλιν ἐκ μεταβολῆς μᾶλλον ὑπὸ τοῦ πλήθους τοῦ Κλειτομάχου καταγωνισθῆναι τὸν Ἀριστόνικον.

27.10.1

Τούτῳ δὲ παραπλήσιον ἦν καὶ τὸ κατὰ τὸν Περσέα συμβαῖνον περὶ τοὺς ὄχλους· 27.10.2 εἰ γάρ τις ἐπιστήσας αὐτοὺς ἤρετο μετὰ παρρησίας εἰ βούλοιντʼ ἂν εἰς ἕνα πεσεῖν τὴν τηλικαύτην ὑπεροχὴν καὶ λαβεῖν μοναρχικῆς πεῖραν ἐξουσίας, ἀνυπευθύνου κατὰ πάντα τρόπον, ταχέως ἂν αὐτοὺς ὑπολαμβάνω συννοήσαντας παλινῳδίαν ποιῆσαι καὶ μεταπεσεῖν εἰς τοὐναντίον· 27.10.3 εἰ δὲ καὶ βραχέα τις ὑπέμνησε τῶν γεγονότων ἐκ μὲν τῆς Μακεδόνων οἰκίας δυσκόλων τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ῥωμαίων ἀρχῆς συμφερόντων, καὶ λίαν ἂν παρὰ πόδας αὐτοὺς ὑπολαμβάνω μεταμεληθῆναι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.9.7 Polyb. 27.9.12 (English) >>Polyb. 27.11.2

Powered by PhiloLogic