Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.8.15 Polyb. 27.9.7 (English) >>Polyb. 27.10.1

27.9.4 ἐὰν δὲ καὶ ψαύσῃ τοῦ προσώπου καὶ ποιήσῃ τι σημεῖον τῆς πληγῆς, παραυτίκα πάλιν ἁπάντων ἀγὼν μικρὸς γίνεται· 27.9.5 ποτὲ δὲ καὶ χλευάζειν ἐγχειροῦσι τὸν ἕτερον, οὐ μισοῦντες οὐδὲ καταγινώσκοντες, ἀλλὰ παραδόξως τε συμπαθεῖς γινόμενοι καὶ τῷ καταδεεστέρῳ φύσει προσμερίζοντες τὴν ἑαυτῶν εὔνοιαν· 27.9.6 οὓς ἐὰν ἐπιστήσῃ τις ἐν καιρῷ, ταχέως μετατίθενται καὶ παρὰ πόδας ἐπιλαμβάνονται τῆς ἑαυτῶν ἀγνοίας.

φασι ποιῆσαι Κλειτόμαχον· 27.9.7 ἐκείνου γὰρ ἀνυποστάτου δοκοῦντος εἶναι κατὰ τὴν ἄθλησιν, καὶ τῆς αὐτοῦ δόξης ἐπιπολαζούσης κατὰ πᾶσαν τὴν οἰκουμένην, Πτολεμαῖόν φασι τὸν βασιλέα φιλοδοξήσαντα πρὸς τὸ καταλῦσαι τὴν δόξαν αὐτοῦ, παρασκευάσαντα μετὰ πολλῆς φιλοτιμίας Ἀριστόνικον τὸν πύκτην ἐξαποστεῖλαι, δοκοῦντα φύσιν ἔχειν ὑπερέχουσαν ἐπὶ ταύτην τὴν χρείαν· 27.9.8 παραγενομένου δʼ εἰς τὴν Ἑλλάδα τοῦ προειρημένου καὶ συγκαταστάντος Ὀλυμπίασι πρὸς τὸν Κλειτόμαχον, ἐξ αὐτῆς, ὡς ἔοικεν, ἀπένευσαν οἱ πολλοὶ πρὸς τὸν Ἀριστόνικον καὶ παρεκάλουν, χαίροντες ἐπὶ τῷ βραχύ τι τετολμηκέναι τινὰ συγκαταστῆναι πρὸς τὸν Κλειτόμαχον· 27.9.9 ὡς δέ γε προβαίνων ἐφάμιλλος ἐφαίνετο κατὰ τὸν ἀγῶνα καί που καὶ τραῦμα καίριον ἐποίησε, κρότος ἐγίνετο καὶ συνεξέπιπτον οἱ πολλοὶ ταῖς ὁρμαῖς, θαρρεῖν παρακαλοῦντες τὸν Ἀριστόνικον. 27.9.10 ἐν καιρῷ φασι τὸν Κλειτόμαχον ἀποστάντα καὶ διαπνεύσαντα βραχὺν χρόνον, ἐπιστρέψαντα πρὸς τὰ πλήθη πυνθάνεσθαι τί βουλόμενοι παρακαλοῦσι τὸν Ἀριστόνικον καὶ συναγωνίζονται ʼκείνῳ καθʼ ὅσον εἰσὶ δυνατοί,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 27.8.15 Polyb. 27.9.7 (English) >>Polyb. 27.10.1

Powered by PhiloLogic