Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.9.1 Polyb. 28.10.1 (English) >>Polyb. 28.12.4

28.9.6 εἰ δὲ μή γε, τοὺς πλείστους ἐξελεγχθῆναι, δοκῶ μηδένα τῶν νοῦν ἐχόντων πρός με διαμφισβητῆσαι περὶ τούτων. 28.9.7 νῦν δὲ καλῶς ποιῶν οὐκ ἦλθε ταύτην τὴν ὁδόν, διʼ ἧς κρατήσας τῶν ὅλων ἐξουσίαν ἂν ὑπερήφανον ἔσχεν σφαλεὶς πολλοὺς ἂν ἐποίησε τῆς αὐτῆς τύχης πεῖραν αὑτῷ λαβεῖν, 28.9.8 ἀλλὰ τὴν ἐναντίαν, διʼ ἧς ὀλίγοι τελέως ἠλογήθησαν τῶν Ἑλλήνων ὑπὸ τὸν τῆς πράξεως καιρόν. —

28.10.1

Ὅτι Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ εἰσελθεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ ἐπετίμα. 28.10.2 ἀλλά μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις εἶναι ῥᾴδιον καὶ συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δʼ αὐτὸν πράττειν τὰ δυνατὰ καὶ γνῶναι τὰ καθʼ αὑτὸν πάντων δυσχερέστατον. καὶ περὶ τὸν Περσέα συνέβη γενέσθαι. —

28.11.1

Τὸ Ἡράκλειον ἥλω ἰδίαν τινὰ ἅλωσιν. ἐχούσης τῆς πόλεως ἐφʼ ἑνὸς μέρους ἐπʼ ὀλίγον τόπον ταπεινὸν τεῖχος, οἱ Ῥωμαῖοι τρεῖς σημείας προεχειρίσαντο. 28.11.2 καὶ τῇ μὲν πρώτῃ τοὺς θυρεοὺς ὑπὲρ τῆς κεφαλῆς ποιήσαντες συνέφραξαν, ὥστε τῇ τῶν ὅπλων πυκνότητι κεραμωτῷ καταρρύτῳ γίνεσθαι παραπλήσιον. ἐφεξῆς δʼ ἕτεραι δύο

Κεραμωτόν, τακτικὴ διάταξις· 28.11.3 ὅπερ ἐποίουν Ῥωμαῖοι ἐν παιδιᾶς μέρει.

III. Res Graeciae 28.12.1

Ὅτι τοῦ Περσέως βουλομένου ἥξειν μετὰ δυνάμεως εἰς τὴν Θετταλίαν καὶ λήψεσθαι τὰ ὅλα κρίσιν ἐκ τῶν κατὰ λόγον, ἔδοξε τοῖς περὶ τὸν Ἄρχωνα διʼ αὐτῶν τῶν πραγμάτων ἀπολογεῖσθαι πάλιν πρὸς τὰς ὑπονοίας καὶ διαβολάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.9.1 Polyb. 28.10.1 (English) >>Polyb. 28.12.4

Powered by PhiloLogic