Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.13.3 Polyb. 28.13.10 (English) >>Polyb. 28.14.3

28.13.7 ἕως Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον, παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον. 28.13.8 πότερα δὲ τοῦτʼ ἐποίει κηδόμενος τῶν Ἀχαιῶν τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος χαλεπὸν εἰπεῖν. 28.13.9 πλὴν γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ μετʼ οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσε. 28.13.10 τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν Κέντων ᾐτεῖτο στρατιωτῶν, μὲν Μάρκιος αὐτῷ φροντίζειν κατʼ ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς αἰτίας ὑπαρχούσης φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές. δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, 28.13.11 ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν κατὰ τὸ δόγμα τῆς συγκλήτου. 28.13.12 τοῦτο δʼ οὐκ ἦν προσκείμενον τοῖς γράμμασι. 28.13.13 διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ διʼ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα μεγάλα.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.13.3 Polyb. 28.13.10 (English) >>Polyb. 28.14.3

Powered by PhiloLogic