Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.15 Polyb. 28.16 (English) >>Polyb. 28.17

28.16.1

Ὅτι ἐν τῇ Ῥόδῳ τὰ τῆς ἀντιπολιτείας αἰεὶ μᾶλλον ἐπέτεινεν. 28.16.2 προσπεσόντος γὰρ αὐτοῖς τοῦ τῆς συγκλήτου δόγματος, ἐν διεσάφει μηκέτι προσέχειν τοῖς τῶν στρατηγῶν ἐπιτάγμασιν, ἀλλὰ τοῖς αὑτῆς δόγμασι, καὶ τῶν πολλῶν ἀποδεχομένων τὴν τῆς συγκλήτου πρόνοιαν, 28.16.3 οἱ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον ἐπιλαβόμενοι τῆς ἀφορμῆς ταύτης ἐξειργάζοντο τἀκόλουθα, φάσκοντες δεῖν ἐκπέμπειν πρεσβευτὰς πρὸς τὴν σύγκλητον καὶ τὸν Κόιντον Μάρκιον τὸν ὕπατον καὶ πρὸς Γάιον τὸν ἐπὶ τοῦ ναυτικοῦ. 28.16.4 τότε γὰρ ἤδη γνώριμον ἦν ἅπασιν οἵτινες τῶν καθεσταμένων ἀρχόντων ἐν τῇ Ῥώμῃ παραγίνεσθαι μέλλουσιν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα τόπους. 28.16.5 κροτηθείσης δὲ τῆς ὑποθέσεως, καίπερ ἀντιρρήσεως γενομένης, ἀπεστάλησαν εἰς μὲν τὴν Ῥώμην ἀρχομένης θερείας Ἁγησίλοχος Ἁγησίου, 28.16.6 Νικαγόρας, Νίκανδρος, πρὸς δὲ τὸν ὕπατον καὶ τὸν ἐπὶ τοῦ ναυτικοῦ στρατηγὸν Ἁγέπολις, 28.16.7 Ἀρίστων, Πασικράτης, ἐντολὰς ἔχοντες ἀνανεοῦσθαι τὰ φιλάνθρωπα πρὸς Ῥωμαίους καὶ πρὸς τὰς διαβολὰς ἀπολογεῖσθαι τὰς λεγομένας ὑπό τινων κατὰ τῆς πόλεως, 28.16.8 οἱ δὲ περὶ τὸν Ἁγησίλοχον ἅμα τοῖς προειρημένοις καὶ περὶ σιτικῆς ἐξαγωγῆς ποιησόμενοι λόγους. 28.16.9 τὰ μὲν οὖν ὑπὸ τούτων ῥηθέντα πρὸς τὴν σύγκλητον καὶ τὰς δοθείσας αὐτοῖς ἀποκρίσεις ὑπὸ τῆς συγκλήτου καὶ διότι πάντων τῶν φιλανθρώπων τυχόντες ἐπανῆλθον, ἐν τοῖς Ἰταλικοῖς εἴπομεν. 28.16.10 περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. 28.16.11 ἐπεὶ γὰρ καθʼ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθʼ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρʼ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.15 Polyb. 28.16 (English) >>Polyb. 28.17

Powered by PhiloLogic