Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.16.4 Polyb. 28.17.1 (English) >>Polyb. 28.17.9

28.16.10 περὶ δὲ τούτου τοῦ μέρους χρήσιμόν ἐστι πλεονάκις ὑπομιμνήσκειν, δὴ καὶ πειρώμεθα ποιεῖν, διότι πολλάκις ἀναγκαζόμεθα τὰς ἐντεύξεις τῶν πρεσβειῶν καὶ τοὺς χρηματισμοὺς προτέρους ἐξαγγέλλειν τῆς καταστάσεως καὶ τῆς ἐξαποστολῆς. 28.16.11 ἐπεὶ γὰρ καθʼ ἕκαστον ἔτος τὰς καταλλήλους πράξεις γράφοντες πειρώμεθʼ ἐν ἑνὶ καιρῷ συγκεφαλαιοῦσθαι τὰς παρʼ ἑκάστοις πράξεις, δῆλον ὡς ἀναγκαῖόν ἐστιν τοῦτο συμβαίνειν περὶ τὴν γραφήν.

28.17.1

Οἱ δὲ περὶ τὸν Ἁγέπολιν ἀφικόμενοι πρὸς τὸν Κόιντον, καταλαβόντες αὐτὸν ἐν Μακεδονίᾳ πρὸς Ἡράκλειον στρατοπεδεύοντα διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς. 28.17.2 δὲ διακούσας οὐχ οἷον αὐτὸς ἔφη προσέχειν ταῖς διαβολαῖς, ἀλλὰ κἀκείνους παρεκάλει μηδενὸς ἀνέχεσθαι τῶν λέγειν τι τολμώντων κατὰ Ῥωμαίων, καὶ πολλὰ καθόλου τῶν εἰς φιλανθρωπίαν ἡκόντων ἐπεμέτρησεν. 28.17.3 ἔγραψε δὲ ταῦτα καὶ πρὸς τὸν δῆμον τῶν Ῥοδίων. 28.17.4 τοῦ δʼ Ἁγεπόλιδος ἐψυχαγωγημένου κατὰ τὴν ὅλην ἀπάντησιν ἰσχυρῶς, λαβὼν αὐτὸν κατʼ ἰδίαν εἰς τὰς χεῖρας Κόιντος θαυμάζειν ἔφη πῶς οὐ πειρῶνται διαλύειν οἱ Ῥόδιοι τὸν ἐνεστῶτα πόλεμον, μάλιστα τοῦ πράγματος ἐκείνοις καθήκοντος. 28.17.5 πότερα δὲ τοῦτʼ ἐποίει τὸν Ἀντίοχον ὑποπτεύων μή ποτε κρατήσας τῆς Ἀλεξανδρείας βαρὺς ἔφεδρος αὐτοῖς γένηται, τοῦ πρὸς τὸν Περσέα πολέμου χρόνον λαμβάνοντος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.16.4 Polyb. 28.17.1 (English) >>Polyb. 28.17.9

Powered by PhiloLogic