28.17.7 ἢ θεωρῶν ὅσον οὔπω κριθησόμενα τὰ κατὰ τὸν Περσέα, τῶν Ῥωμαϊκῶν στρατοπέδων ἐν Μακεδονίᾳ παραβεβληκότων, καὶ
28.17.8 καλὰς ἐλπίδας ἔχων ὑπὲρ τῶν ἀποβησομένων ἐβούλετο τοὺς Ῥοδίους προνύξας μεσίτας ἀποδεῖξαι, καὶ τοῦτο πράξαντας δοῦναι τοῖς Ῥωμαίοις ἀφορμὰς εὐλόγους εἰς τὸ βουλεύεσθαι περὶ αὐτῶν ὡς ἂν αὐτοῖς φαίνηται, τὸ μὲν ἀκριβὲς οὐ ῥᾴδιον εἰπεῖν,
28.17.9 δοκῶ δὲ μᾶλλον τὸ τελευταῖον εἰρημένον, ἐξ ὧν ἐμαρτύρησε τὰ μετʼ ὀλίγον συμβάντα τοῖς Ῥοδίοις.
28.17.10 οἵ γε μὴν περὶ τὸν Ἁγέπολιν ἐξ αὐτῆς βαδίσαντες πρὸς τὸν Γάιον καὶ πάντων τυχόντες τῶν φιλανθρώπων ὑπερβολικώτερον ἢ παρὰ τῷ Μαρκίῳ ταχέως εἰς τὴν Ῥόδον ἀνεχώρησαν.
28.17.11 γινομένης δὲ τῆς ἀποπρεσβείας, καὶ τῆς τε διὰ τῶν λόγων φιλανθρωπίας καὶ τῆς διὰ τῶν ἀποκρίσεων εὐνοίας ἑκατέρων τῶν στρατηγῶν ἐφαμίλλου γενομένης, ὀρθοὶ καὶ μετέωροι ταῖς διανοίαις ἐγενήθησαν οἱ Ῥόδιοι πάντες, οὐ μὴν ὡσαύτως.
28.17.12 οἱ μὲν γὰρ ὑγιαίνοντες περιχαρεῖς ἦσαν ἐπὶ τῇ φιλανθρωπίᾳ τῶν Ῥωμαίων, οἱ δὲ κινηταὶ καὶ καχέκται συνελογίζοντο παρʼ αὑτοῖς σημεῖον εἶναι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας τοῦ δεδιέναι τὴν περίστασιν τοὺς Ῥωμαίους καὶ μὴ χωρεῖν αὐτοῖς τὰ πράγματα κατὰ λόγον.
28.17.13 ὅτε δὲ καὶ τὸν Ἁγέπολιν συνέβη παραφθέγξασθαι πρός τινας τῶν φίλων, ὅτι παρὰ τοῦ Μαρκίου κατʼ ἰδίαν ἐντολὰς εἴληφε μνημονεύειν πρὸς τὴν βουλὴν ὑπὲρ τοῦ διαλύειν τὸν πόλεμον,