Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.17.14 Polyb. 28.19.6 (English) >>Polyb. 28.20.6

28.19.3 ἦσαν δὲ τότε παρὰ μὲν τοῦ κοινοῦ τῶν Ἀχαιῶν πρεσβεῖαι διτταί, μία μὲν ὑπὲρ τῆς τῶν φιλανθρώπων ἀνανεώσεως, ἣν ἐπρέσβευον Ἀλκίθος Ξενοφῶντος Αἰγιεὺς καὶ Πασιάδας, ἄλλη δὲ περὶ τοῦ τῶν Ἀντιγονείων ἀγῶνος. 28.19.4 ἦν δὲ καὶ παρὰ τῶν Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας παγκρατιαστής, δʼ ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. 28.19.5 ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. 28.19.6 ἐξαπέστειλε δὲ καὶ Πτολεμαῖος βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς. 28.19.7 οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. —

28.20.1

Ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ, 28.20.2 κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς ἐντολάς. 28.20.3 πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις δʼ ἑξῆς Δημάρατος παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος Μιλήσιος.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.17.14 Polyb. 28.19.6 (English) >>Polyb. 28.20.6

Powered by PhiloLogic