Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.18.1 Polyb. 28.19.7 (English) >>Polyb. 28.20.8

28.19.4 ἦν δὲ καὶ παρὰ τῶν Ἀθηναίων πρεσβεία περὶ δωρεᾶς, ἧς ἡγεῖτο Δημάρατος, καὶ θεωρίαι διτταί, μία μὲν ὑπὲρ τῶν Παναθηναίων, ἧς προειστήκει Καλλίας παγκρατιαστής, δʼ ἄλλη περὶ μυστηρίων, ὑπὲρ ἧς Κλεόστρατος ἐποιεῖτο τὸν χρηματισμὸν καὶ τοὺς λόγους. 28.19.5 ἐκ δὲ Μιλήτου παρῆσαν Εὔδημος καὶ Ἱκέσιος, ἐκ δὲ Κλαζομενῶν Ἀπολλωνίδης καὶ Ἀπολλώνιος. 28.19.6 ἐξαπέστειλε δὲ καὶ Πτολεμαῖος βασιλεὺς Τληπόλεμον καὶ Πτολεμαῖον τὸν ῥήτορα πρεσβευτάς. 28.19.7 οὗτοι μὲν οὖν ἔπλεον ἀνὰ τὸν ποταμὸν εἰς τὴν ἀπάντησιν. —

28.20.1

Ὅτι κατὰ τὸν καιρόν, ὅτε Ἀντίοχος τὴν Αἴγυπτον παρέλαβε, συνῆψαν τῶν ἀπὸ τῆς Ἑλλάδος πρεσβευτῶν οἱ πεμφθέντες ἐπὶ τὰς διαλύσεις. ἀποδεξάμενος δὲ τοὺς ἄνδρας φιλανθρώπως τὴν μὲν πρώτην ὑποδοχὴν αὐτῶν ἐποιήσατο μεγαλομερῆ, 28.20.2 κατὰ δὲ τὴν ἑξῆς ἔδωκεν ἔντευξιν καὶ λέγειν ἐκέλευσεν περὶ ὧν ἔχουσι τὰς ἐντολάς. 28.20.3 πρῶτοι μὲν οὖν οἱ παρὰ τῶν Ἀχαιῶν ἐποιήσαντο λόγους, τούτοις δʼ ἑξῆς Δημάρατος παρὰ τῶν Ἀθηναίων, μετὰ δὲ τοῦτον Εὔδημος Μιλήσιος. 28.20.4 πάντων δὲ πρὸς τὸν αὐτὸν καιρὸν καὶ τὴν αὐτὴν ὑπόθεσιν διαλεγομένων, παραπλησίους εἶναι συνέβαινε καὶ τοὺς κατὰ μέρος αὐτῶν λόγους. 28.20.5 τὴν μὲν γὰρ αἰτίαν τῶν συμβεβηκότων πάντες ἀνέφερον ἐπὶ τοὺς περὶ τὸν Εὐλαῖον, τὴν δὲ συγγένειαν καὶ τὴν ἡλικίαν τὴν τοῦ Πτολεμαίου προφερόμενοι παρῃτοῦντο τὴν ὀργὴν τοῦ βασιλέως.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.18.1 Polyb. 28.19.7 (English) >>Polyb. 28.20.8

Powered by PhiloLogic