Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.20.6 Polyb. 28.20.12 (English) >>Polyb. 28.22.1

28.20.9 ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτʼ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. 28.20.10 πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν. 28.20.11 χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας. 28.20.12 τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν. 28.20.13 ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —

28.21.1

Ὅτι Εὐλαῖος εὐνοῦχος ἔπεισε Πτολεμαῖον ἀναλαβόντα τὰ χρήματα, τὴν βασιλείαν προιέμενον τοῖς ἐχθροῖς, ὑποχωρεῖν εἰς Σαμοθρᾴκην· 28.21.2 ἐφʼ τίς οὐκ ἂν ἐπιστήσας ὁμολογήσειεν ὅτι μέγιστα κακὰ ποιοῦσιν αἱ κακαὶ συντροφίαι τοὺς ἀνθρώπους; 28.21.3 τὸ γὰρ μηδʼ, ἐκτὸς γενόμενον τῶν δεινῶν καὶ τοσοῦτον τόπον ἀποστάντα τῶν ἐχθρῶν, ὁρμῆσαι πρός τι τῶν καθηκόντων, ἄλλως τε καὶ τηλικαύτας ἀφορμὰς ἔχοντα καὶ τοιούτων τόπων κυριεύοντα καὶ τοσούτων πληθῶν, ἀλλʼ εὐθέως αὐτόθεν ἀκονιτὶ παραχωρῆσαι βασιλείας τῆς ἐπιφανεστάτης καὶ μακαριωτάτης, πῶς οὐκ ἄν τις εἶναι φήσειε ψυχῆς ἐκτεθηλυμμένης καὶ διεφθαρμένης ὁλοσχερῶς; ἣν εἰ μὲν συνέβαινε φύσει περὶ Πτολεμαῖον ὑπάρχειν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.20.6 Polyb. 28.20.12 (English) >>Polyb. 28.22.1

Powered by PhiloLogic