Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.19.7 Polyb. 28.20.9 (English) >>Polyb. 28.21.3

28.20.6 Ἀντίοχος δὲ πᾶσι τούτοις ἀνθομολογησάμενος καὶ προσαυξήσας τὴν ἐκείνων ὑπόθεσιν ἤρξατο λέγειν τὴν ὑπὲρ τῶν ἐξ ἀρχῆς δικαίων, διʼ ὧν ἐπειρᾶτο συνιστάνειν τῶν ἐν Συρίᾳ βασιλέων ὑπάρχουσαν τὴν κτῆσιν τῶν κατὰ Κοίλην Συρίαν τόπων, 28.20.7 ἰσχυροποιῶν μὲν τὰς ἐπικρατείας τὰς Ἀντιγόνου τοῦ πρώτου κατασχόντος τὴν ἐν Συρίᾳ βασιλείαν, προφερόμενος δὲ τὰ συγχωρήματα τὰ γενόμενα Σελεύκῳ διὰ τῶν ἀπὸ Μακεδονίας βασιλέων μετὰ τὸν Ἀντιγόνου θάνατον· 28.20.8 ἑξῆς δὲ τούτοις ἀπερειδόμενος ἐπὶ τὴν τελευταίαν κατὰ πόλεμον Ἀντιόχου τοῦ πατρὸς ἔγκτησιν, 28.20.9 ἐπὶ δὲ πᾶσιν ἐξαρνούμενος τὴν ὁμολογίαν, ἣν ἔφασαν οἱ κατὰ τὴν Ἀλεξάνδρειαν γενέσθαι Πτολεμαίῳ τῷ νεωστὶ μετηλλαχότι πρὸς Ἀντίοχον τὸν ἐκείνου πατέρα, διότι δεῖ λαβεῖν αὐτὸν ἐν φερνῇ Κοίλην Συρίαν, ὅτʼ ἐλάμβανε Κλεοπάτραν τὴν τοῦ νῦν βασιλεύοντος μητέρα. 28.20.10 πρὸς ταύτην τὴν ὑπόθεσιν διαλεχθεὶς καὶ πείσας οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς ἀπηντηκότας ὡς δίκαια λέγει, τότε μὲν διέπλευσεν εἰς τὴν Ναύκρατιν. 28.20.11 χρησάμενος δὲ καὶ τούτοις φιλανθρώπως καὶ δοὺς ἑκάστῳ τῶν Ἑλλήνων τῶν κατοικούντων χρυσοῦν προῆγεν ἐπὶ τῆς Ἀλεξανδρείας. 28.20.12 τοῖς δὲ πρεσβευταῖς τὴν ἀπόκρισιν ὑπέσχετο δώσειν, ὅταν οἱ περὶ τὸν Ἀριστείδην καὶ Θῆριν ἀνακάμψωσιν ὡς αὐτόν. 28.20.13 ἐξαπεσταλκέναι γὰρ ἐκείνους ἔφη πρὸς τὸν Πτολεμαῖον, βούλεσθαι δὲ πάντων συνίστορας εἶναι καὶ μάρτυρας τοὺς ἀπὸ τῆς Ἑλλάδος πρεσβευτάς. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.19.7 Polyb. 28.20.9 (English) >>Polyb. 28.21.3

Powered by PhiloLogic