Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.21.1 Polyb. 28.22.2 (English) >>Polyb. 28.23.5

28.21.5 ἐπειδὴ δὲ διὰ τῶν μετὰ ταῦτα πράξεων φύσις ὑπὲρ αὑτῆς ἀπελογήθη, δείξασα τὸν Πτολεμαῖον καὶ στάσιμον ἱκανῶς καὶ γενναῖον ἐν τοῖς κινδύνοις ὑπάρχοντα, δῆλον ὡς εἰκότως ἄν τις τῆς τότε περὶ αὐτὸν γενομένης ἀγεννίας καὶ τῆς ὁρμῆς τῆς εἰς τὴν Σαμοθρᾴκην τὴν αἰτίαν ἐπὶ τὸν σπάδωνα καὶ τὴν τούτου συντροφίαν ἀναφέροι. —

28.22.1

Ὅτι Ἀντίοχος μετὰ τὸ καταλιπεῖν Ἀλεξάνδρειαν πολιορκεῖν πρεσβευτὰς εἰς τὴν Ῥώμην ἐξέπεμπεν· 28.22.2 οὗτοι δʼ ἦσαν Μελέαγρος, Σωσιφάνης, Ἡρακλείδης· 28.22.3 συνθεὶς ἑκατὸν καὶ πεντήκοντα τάλαντα, πεντήκοντα μὲν στέφανον Ῥωμαίοις, τὰ δὲ λοιπὰ τῶν χρημάτων εἰς δωρεάν τισιν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων. —

28.23.1

Ὅτι κατὰ τὰς αὐτὰς ἡμέρας κατέπλευσαν ἐκ Ῥόδου πρέσβεις εἰς τὴν Ἀλεξάνδρειαν ἐπὶ τὰς διαλύσεις οἱ περὶ Πράξωνα καὶ μετʼ οὐ πολὺ παρῆσαν εἰς τὴν παρεμβολὴν πρὸς Ἀντίοχον. 28.23.2 γενομένης δὲ τῆς ἐντεύξεως, πολλοὺς διετίθεντο λόγους, τήν τε τῆς ἰδίας πατρίδος εὔνοιαν προφερόμενοι πρὸς ἀμφοτέρας τὰς βασιλείας καὶ τὴν αὐτῶν τῶν βασιλέων ἀναγκαιότητα πρὸς ἀλλήλους καὶ τὸ συμφέρον ἑκατέροις ἐκ τῆς διαλύσεως. 28.23.3 δὲ βασιλεὺς ἔτι λέγοντα τὸν πρεσβευτὴν ἐπιτεμὼν οὐκ ἔφη προσδεῖσθαι πολλῶν λόγων. 28.23.4 τὴν μὲν γὰρ βασιλείαν εἶναι Πτολεμαίου τοῦ πρεσβυτέρου, πρὸς δὲ τοῦτον καὶ διαλελύσθαι πάλαι καὶ φίλους ὑπάρχειν, καὶ νῦν βουλομένων τῶν ἐν τῇ πόλει κατάγειν τοῦτον μὴ κωλύειν Ἀντίοχον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.21.1 Polyb. 28.22.2 (English) >>Polyb. 28.23.5

Powered by PhiloLogic