Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.2.5 Polyb. 28.3.7 (English) >>Polyb. 28.4.6

28.3.3 ἑξῆς δὲ τούτοις ἐπιπορευόμενοι τὰς ἐν Πελοποννήσῳ πόλεις ἐπιδεικνύειν ἐπειρῶντο τοῖς ἀνθρώποις τὴν τῆς συγκλήτου πρᾳότητα καὶ φιλανθρωπίαν, προφερόμενοι τὰ δόγματα τὰ μικρῷ πρότερον ῥηθέντα, 28.3.4 ἅμα δὲ διὰ τῶν λόγων παρενέφαινον ὡς εἰδότες τοὺς ἐν ἑκάσταις τῶν πόλεων παρὰ τὸ δέον ἀναχωροῦντας, ὡσαύτως δὲ καὶ τοὺς προπίπτοντας. 28.3.5 καὶ δῆλοι πᾶσιν ἦσαν δυσαρεστούμενοι τοῖς ἀναχωροῦσιν οὐχ ἧττον τοῖς ἐκφανῶς ἀντιπράττουσιν. 28.3.6 ἐξ ὧν τοὺς πολλοὺς εἰς ἐπίστασιν καὶ διαπόρησιν ἦγον ὑπὲρ τοῦ τί ποτʼ ἂν λέγοντες πράττοντες εὐστοχοῖεν τῶν παρεστώτων καιρῶν. 28.3.7 οἱ δὲ περὶ τὸν Γάιον, συναχθείσης τῆς τῶν Ἀχαιῶν ἐκκλησίας, ἐλέγοντο μὲν βεβουλεῦσθαι κατηγορήσειν τῶν περὶ τὸν Λυκόρταν καὶ τὸν Ἄρχωνα καὶ Πολύβιον, 28.3.8 καὶ παραδείξειν ἀλλοτρίους ὑπάρχοντας τῆς. τῶν Ῥωμαίων αἱρέσεως καὶ τὴν ἡσυχίαν ἄγοντας κατὰ τὸ παρόν, οὐ φύσει τοιούτους ὄντας, ἀλλὰ παρατηροῦντας τὰ συμβαίνοντα καὶ τοῖς καιροῖς ἐφεδρεύοντας. 28.3.9 οὐ μὴν ἐθάρρησαν τοῦτο ποιῆσαι διὰ τὸ μηδεμίαν εὔλογον ἀφορμὴν ἔχειν κατὰ τῶν προειρημένων ἀνδρῶν. 28.3.10 διὸ συναχθείσης αὐτοῖς τῆς βουλῆς εἰς Αἴγιον, ἀσπαστικήν τε καὶ παρακλητικὴν ποιησάμενοι τὴν πρὸς τοὺς Ἀχαιοὺς ἔντευξιν ἀπέπλευσαν εἰς τὴν Αἰτωλίαν.

28.4.1

Καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.2.5 Polyb. 28.3.7 (English) >>Polyb. 28.4.6

Powered by PhiloLogic