Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.4.12 Polyb. 28.5.6 (English) >>Polyb. 28.6.7

28.5.3 Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων· 28.5.4 οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατʼ οὐδένα τρόπον. 28.5.5 τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις. 28.5.6 ῥηθέντων δὲ τούτων οἱ περὶ τὸν Γάιον θεωροῦντες τοὺς ὄχλους δυσαρεστουμένους ταῖς φρουραῖς καὶ βουλόμενοι στοιχεῖν τῇ τῆς συγκλήτου προθέσει, συγκαταθέμενοι τῇ τοῦ Διογένους γνώμῃ καὶ συνεπαινέσαντες ἀπῆραν ἐπὶ Λαρίσης πρὸς τὸν ἀνθύπατον. —

28.6.1

Ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆς πρεσβείας ἐπιστάσεως χρείαν ἔχειν τὸ γινόμενον. 28.6.2 παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας· οὗτοι δʼ ἦσαν Ἀρκεσίλαος, Ἀρίστων Μεγαλοπολῖται, Στρατίος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδας Σικυώνιος· ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων. 28.6.3 μὲν οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μήτε Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδʼ ἀντιπράττειν μηδετέροις. 28.6.4 τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησιν, προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ τοὺς κρατήσαντας,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.4.12 Polyb. 28.5.6 (English) >>Polyb. 28.6.7

Powered by PhiloLogic