Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.6.1 Polyb. 28.6.9 (English) >>Polyb. 28.7.6

28.6.6 δʼ Ἀπολλωνίδας καὶ Στρατίος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν· τοὺς δʼ ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς. 28.6.7 δʼ Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολὴν μηδὲ προέσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ Νίκανδρον, οἵτινες, πρὶν λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ συνταλαιπωρίαις. 28.6.8 ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύβιος, Ἀρκεσίλαος, Ἀρίστων, Ξένων. 28.6.9 διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν.

28.7.1

Τούτων δὴ νεωστὶ γεγονότων καὶ προδιειληφότων τῶν περὶ τὸν Ἄρχωνα διότι δεῖ συμπράττειν Ῥωμαίοις καὶ τοῖς τούτων φίλοις, τυχικῶς πως συνέβη τὸν Ἄτταλον πρὸς ἑτοίμους ὄντας ποιήσασθαι τοὺς λόγους. 28.7.2 διὸ καὶ προθύμως αὐτῷ κατανεύσαντες ὑπέσχοντο συμπράξειν ὑπὲρ τῶν παρακαλουμένων. 28.7.3 τοῦ δʼ Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.6.1 Polyb. 28.6.9 (English) >>Polyb. 28.7.6

Powered by PhiloLogic