28.7.7 διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι.
28.7.8 πολλῆς δʼ οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δίʼ ἁπάσας.
28.7.9 τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη, δικαστὰς Ῥοδίους ὑπάρχοντας κατʼ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως·
28.7.10 καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον.
28.7.11 οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν.
28.7.12 διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν,