Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.8.3 Polyb. 28.8.10 (English) >>Polyb. 28.9.7

28.8.7 οἱ μὲν οὖν περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀποκρίσεις ἐπανῆγον. 28.8.8 δὲ Περσεὺς παραγενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησεν καὶ τὴν δύναμιν ἀνέπαυσε, προσδεχόμενος τοὺς περὶ τὸν Πλευρᾶτον. 28.8.9 παραγενομένων δʼ αὐτῶν, ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, 28.8.10 δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν εἰς τὰ παρακαλούμενα. 28.8.11 τούτων δʼ ἀφορμησάντων, ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφʼ Ὕσκανα. —

28.9.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτʼ ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτʼ ἀναγγέλλοντες, 28.9.2 διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. 28.9.3 ὧν Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων ἐξιγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον· 28.9.4 ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.8.3 Polyb. 28.8.10 (English) >>Polyb. 28.9.7

Powered by PhiloLogic