Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.7.10 Polyb. 28.8.2 (English) >>Polyb. 28.8.9

28.7.14 τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν παράνομον. 28.7.15 τοῦτον μὲν δὴ τὸν τρόπον καὶ κατὰ τοῦτον τὸν καιρὸν Ἄτταλος διωρθώσατο τὴν γενομένην ἀλογίαν περὶ τὰς ὑπαρχούσας Εὐμένει τἀδελφῷ τιμὰς κατὰ τὴν Πελοπόννησον. —

28.8.1

Ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε πρεσβευτὰς Πλευρᾶτόν τε τὸν Ἰλλυριόν, ὄντα φυγάδα παρʼ αὐτῷ, 28.8.2 καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδόνων φιλίαν καὶ συμμαχίαν. 28.8.3 οἳ καὶ ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς Ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες εἰς τὸ δυσέργους ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα καὶ Μακεδονίαν 28.8.4 εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ διατρίβειν διεπέμψαντο πρὸς αὐτόν. 28.8.5 τοῦ δὲ ταχέως αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.7.10 Polyb. 28.8.2 (English) >>Polyb. 28.8.9

Powered by PhiloLogic