Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.8.4 Polyb. 28.9.2 (English) >>Polyb. 28.10.1

28.8.9 παραγενομένων δʼ αὐτῶν, ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, 28.8.10 δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν εἰς τὰ παρακαλούμενα. 28.8.11 τούτων δʼ ἀφορμησάντων, ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφʼ Ὕσκανα. —

28.9.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἧκον οἱ πρὸς τὸν Γένθιον ἀποσταλέντες πρέσβεις οὔτʼ ᾠκονομηκότες πλεῖον οὐδὲν τῶν πρότερον οὔτʼ ἀναγγέλλοντες, 28.9.2 διὰ τὸ τὸν Γένθιον μένειν ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ὄντα μὲν ἕτοιμον τῷ Περσεῖ κοινωνεῖν τῶν αὐτῶν πραγμάτων, χρημάτων δὲ φάσκοντα χρείαν ἔχειν. 28.9.3 ὧν Περσεὺς παρακούσας πάλιν ἔπεμπε τοὺς περὶ τὸν Ἱππίαν βεβαιωσομένους ὑπὲρ τῶν ὁμολογιῶν, τὸ συνέχον παραλιπών, φάσκων ἐξιγμένον εὐνοοῦντα ποιήσειν τὸν Γένθιον· 28.9.4 ὥστε διαπορεῖν πότερα δεῖ λέγειν ἐπὶ τῶν τοιούτων ἀλογιστίαν δαιμονοβλάβειαν. δοκῶ μὲν ὅτι δαιμονοβλάβειαν, οἵτινες ἐφίενται μὲν τοῦ μεγάλα τολμᾶν καὶ παραβάλλονται τῇ ψυχῇ, παριᾶσιν δὲ τὸ συνέχον ἐν ταῖς ἐπιβολαῖς, βλέποντες αὐτὸ καὶ δυνάμενοι πράττειν 28.9.5 ὅτι γάρ, εἰ Περσεὺς κατʼ ἐκεῖνον τὸν καιρὸν ἠβουλήθη προέσθαι χρήματα καὶ κοινῇ τοῖς πολιτεύμασι καὶ κατʼ ἰδίαν τοῖς βασιλεῦσι καὶ τοῖς πολιτευομένοις, οὐ λέγω μεγαλομερῶς, καθάπερ ἐξῆν αὐτῷ χορηγιῶν ἕνεκεν, ἀλλὰ μετρίως μόνον, πάντας ἂν συνέβη καὶ τοὺς Ἕλληνας καὶ τοὺς βασιλεῖς,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 28.8.4 Polyb. 28.9.2 (English) >>Polyb. 28.10.1

Powered by PhiloLogic