Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.10.4 Polyb. 29.11.6 (English) >>Polyb. 29.12.7

29.11.2 παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν Δείνωνα καὶ Πολυάρατον φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θεαίδητον καταπεπληγμένων τὰ συμβαίνοντα· 29.11.3 καὶ γὰρ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἱππέων καὶ τοῦ Γενθίου μετάθεσις συνέτριβεν αὐτούς. 29.11.4 διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις· 29.11.5 ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους ὑπάρχειν. 29.11.6 ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας. —

29.12.1

πάλιν ἕτεροι περὶ τοῦ Συριακοῦ πολέμου· τούτου δʼ αἴτιόν ἐστιν ὅπερ ἡμῖν εἴρηται διὰ πλειόνων. 29.12.2 ὅταν γὰρ ἁπλᾶς καὶ μονοειδεῖς λαβόντες ὑποθέσεις βούλωνται μὴ τοῖς πράγμασιν, ἀλλὰ τῷ πλήθει τῶν βύβλων ἱστοριογράφοι νομίζεσθαι καὶ τὴν τοιαύτην ἐφέλκεσθαι φαντασίαν, ἀναγκαῖόν ἐστι τὰ μὲν μικρὰ μεγάλα ποιεῖν, 29.12.3 τὰ δὲ βραχέως εἰρημένα διασκευάζειν καὶ λογοποιεῖν, ἔνια δὲ τῶν ἐν παρέργῳ πεπραγμένων ἔργα καὶ πράγματα κατασκευάζειν, ἀγῶνας διατιθεμένους καὶ παρατάξεις ἐξαγγέλλοντας, ἐν αἷς ἐνίοτε πεζοὶ μὲν ἔπεσον δέκα, ποτὲ δὲ μικρῷ πλείους, ἱππεῖς δʼ ἔτι τούτων ἐλάττους.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.10.4 Polyb. 29.11.6 (English) >>Polyb. 29.12.7

Powered by PhiloLogic