Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.13.1 Polyb. 29.15.2 (English) >>Polyb. 29.18.1

29.14.3 ἡσθεὶς οὖν Αἰμίλιος δίδωσιν αὐτοῖς οὐχ ὅσους Πολύβιος εἴρηκεν, ἀλλʼ ὅσους αὐτὸς Νασικᾶς λαβεῖν φησι, γεγραφὼς περὶ τῶν πράξεων τούτων ἐπιστόλιον πρός τινα τῶν βασιλέων. — 29.14.4

Τῇ δυνάμει τῆς πάρμης καὶ τῶν Λιγυστικῶν θυρεῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι. —

29.15.1

Τῷ δὲ Περσεῖ τὸν Αἰμίλιον ἀτρεμοῦντα κατὰ χώραν ὁρῶντι καὶ μὴ λογιζομένῳ τὸ γινόμενον, ἀποδρὰς ἐκ τῆς ὁδοῦ Κρὴς αὐτόμολος ἧκε μηνύων τὴν περίοδον τῶν Ῥωμαίων. 29.15.2 δὲ συνταραχθεὶς τὸ μὲν στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς. 29.15.3 τούτοις μὲν Πολύβιος φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους, δὲ Νασικᾶς ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον. —

29.16.1

Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ Μακεδόνος ἐκράτησεν φήμη παρὰ τοῖς πολλοῖς ὅτι βασιλέως ἔκλειψιν σημαίνει. 29.16.2 καὶ τοῦτο τοὺς μὲν Ῥωμαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. 29.16.3 οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον ὅτι πολλὰ κενὰ τοῦ πολέμου. —

29.17.1

Λεύκιος δὲ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τὸ παράπαν ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.13.1 Polyb. 29.15.2 (English) >>Polyb. 29.18.1

Powered by PhiloLogic