Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.14.1 Polyb. 29.16.2 (English) >>Polyb. 29.19.1

29.15.2 δὲ συνταραχθεὶς τὸ μὲν στρατόπεδον οὐκ ἐκίνησε, μυρίους δὲ μισθοφόρους ξένους καὶ δισχιλίους Μακεδόνας Μίλωνι παραδοὺς ἐξαπέστειλε, παρακελευσάμενος ταχῦναι καὶ καταλαβεῖν τὰς ὑπερβολάς. 29.15.3 τούτοις μὲν Πολύβιος φησιν ἔτι κοιμωμένοις ἐπιπεσεῖν τοὺς Ῥωμαίους, δὲ Νασικᾶς ὀξὺν ἀγῶνα περὶ τοῖς ἄκροις γενέσθαι καὶ κίνδυνον. —

29.16.1

Πολύβιος· ὅτι τῆς σελήνης ἐκλειπούσης ἐπὶ Περσέως τοῦ Μακεδόνος ἐκράτησεν φήμη παρὰ τοῖς πολλοῖς ὅτι βασιλέως ἔκλειψιν σημαίνει. 29.16.2 καὶ τοῦτο τοὺς μὲν Ῥωμαίους εὐθαρσεστέρους ἐποίησε, τοὺς δὲ Μακεδόνας ἐταπείνωσε ταῖς ψυχαῖς. 29.16.3 οὕτως ἀληθές ἐστι τὸ περιφερόμενον ὅτι πολλὰ κενὰ τοῦ πολέμου. —

29.17.1

Λεύκιος δὲ ὕπατος οὐχ ἑωρακὼς φάλαγγα τὸ παράπαν ἀλλὰ τότε πρῶτον ἐπὶ τοῦ Περσέως πρός τινας πολλάκις ἀνθωμολογεῖτο τῶν ἐν τῇ Ῥώμῃ μετὰ ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγος Μακεδονικῆς, καίτοι γε πολλοὺς οὐ μόνον θεασάμενος ἀλλὰ καὶ χειρισάμενος ἀγῶνας, εἰ καί τις ἄλλος. — 29.17.2

Ὅτι πολλὰ τῶν ἐπινοημάτων κατὰ μὲν τὸν λόγον φαίνεται πιθανὰ καὶ δυνατά, παραγενόμενα δʼ εἰς τὴν χρείαν, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων εἰς τὸ πῦρ, οὐκέτι ποιεῖ τἀκόλουθον ταῖς πρώταις ἐπινοίαις. —

Πολύβιος· 29.17.3 δὲ Περσεὺς μίαν ἔχων πρόληψιν νικᾶν θνήσκειν, τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ ἀλλʼ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων. —

Πολύβιος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.14.1 Polyb. 29.16.2 (English) >>Polyb. 29.19.1

Powered by PhiloLogic