Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.19.1 Polyb. 29.19.8 (English) >>Polyb. 29.21.1

29.19.5 δὲ σύγκλητος χρωμένη τῷ καιρῷ καὶ βουλομένη παραδειγματίσαι τοὺς Ῥοδίους ἀπόκρισιν ἐξέβαλεν, ἧς ἦν τὰ συνέχοντα ταῦτα, 29.19.6 διότι τὴν πρεσβείαν ταύτην οὔτε τῶν Ἑλλήνων ἕνεκεν ὑπολαμβάνουσιν ἐσταλκέναι τοὺς Ῥοδίους οὔθʼ ἑαυτῶν, ἀλλὰ Περσέως. 29.19.7 εἰ μὲν γὰρ τῶν Ἑλλήνων χάριν ἐπρέσβευον, ἐκεῖνον οἰκειότερον εἶναι τὸν καιρόν, ὅτε Περσεὺς τὴν τῶν Ἑλλήνων χώραν ἐπόρθει καὶ τὰς πόλεις, στρατοπεδεύων μὲν ἐν Θετταλίᾳ σχεδὸν ἐπὶ δύʼ ἐνιαυτοὺς 29.19.8 τὸ δὲ παρέντας ἐκεῖνον τὸν καιρὸν νῦν παρεῖναι σπουδάζοντας διαλύειν τὸν πόλεμον, ὅτε παρεμβεβληκότων τῶν ἡμετέρων στρατοπέδων εἰς Μακεδονίαν συγκεκλεισμένος Περσεὺς ὀλίγας παντάπασιν ἐλπίδας εἶχε τῆς σωτηρίας, 29.19.9 προφανὲς εἶναι τοῖς ὀρθῶς σκοπουμένοις διότι τὰς πρεσβείας ἐξέπεμψαν οὐ διαλύειν ἐθέλοντες τὸν πόλεμον, ἀλλʼ ἐξελέσθαι τὸν Περσέα καὶ σῶσαι, καθʼ ὅσον εἰσὶν δυνατοί. 29.19.10 διʼ ἃς αἰτίας οὔτʼ εὐεργετεῖν οὔτε φιλανθρώπως αὐτοῖς ἀποκρίνεσθαι κατὰ τὸ παρὸν ὀφείλειν ἔφασαν. 29.19.11 ταῦτα μὲν σύγκλητος ἐχρημάτισε τοῖς παρὰ τῶν Ῥοδίων πρεσβευταῖς. —

29.20.1

δὲ μεταλαβὼν τὴν Ῥωμαϊκὴν διάλεκτον παρεκάλει τοὺς ἐν τῷ συνεδρίῳ βλέποντας εἰς τὰ παρόντα, δεικνὺς ὑπὸ τὴν ὄψιν τὸν Περσέα, μήτε μεγαλαυχεῖν ἐπὶ τοῖς κατορθώμασι παρὰ τὸ δέον μήτε βουλεύεσθαι μηδὲν ὑπερήφανον μηδʼ ἀνήκεστον περὶ μηδενός, μήτε καθόλου πιστεύειν μηδέποτε ταῖς παρούσαις εὐτυχίαις·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.19.1 Polyb. 29.19.8 (English) >>Polyb. 29.21.1

Powered by PhiloLogic