Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.21.4 Polyb. 29.22.1 (English) >>Polyb. 29.23.4

29.21.8 ἐγὼ δὲ κατὰ τὴν γραφὴν ἐπιστὰς τοῖς καιροῖς καθʼ οὓς συνέβη καταλυθῆναι τὴν Μακεδόνων βασιλείαν, οὐκ ἔκρινον ἀνεπιστάτως παραδραμεῖν, ἅτε γεγονὼς αὐτόπτης τῆς πράξεως, ἀλλʼ αὐτός τε τὸν πρέποντα λόγον ἐπιφθέγξασθαι καὶ Δημητρίου μνησθῆναι· 29.21.9 δοκεῖ γάρ μοι θειοτέραν κατʼ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.

III. Res Pergami 29.22.1

Ὅτι Εὐμένης βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν· 29.22.2 ἱκανὴ γὰρ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας. 29.22.3 καὶ τότε περὶ τὸν Εὐμένη γενέσθαι συνέπεσε· 29.22.4 δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως συνεξαναστάντων τοῖς καιροῖς.

IV. Bellum Antiochi Iv Cum Ptolemaeis Fratribus.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.21.4 Polyb. 29.22.1 (English) >>Polyb. 29.23.4

Powered by PhiloLogic