Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.21.5 Polyb. 29.22.2 (English) >>Polyb. 29.23.6

29.21.9 δοκεῖ γάρ μοι θειοτέραν κατʼ ἄνθρωπον τὴν ἀπόφασιν ποιήσασθαι σχεδὸν γὰρ ἑκατὸν καὶ πεντήκοντα πρότερον ἔτεσι τἀληθὲς ἀπεφήνατο περὶ τῶν ἔπειτα συμβησομένων.

III. Res Pergami 29.22.1

Ὅτι Εὐμένης βασιλεὺς τῆς Περσέως καὶ Ῥωμαίων μάχης συντετελεσμένης εἰς παράλογον ἐνέπεσε διάθεσιν, ὡς οἱ πολλοί φασιν, ὡς δὲ τἀνθρώπινα πράγματα φύσιν ἔχει γίνεσθαι κατὰ τὸ πλεῖστον, εἴς τι τῶν εἰωθότων συμβαίνειν· 29.22.2 ἱκανὴ γὰρ τύχη τοῖς παρὰ λόγον τὰ κατὰ λόγον ἐπιτρῖψαι, κἄν τινι συνεργήσῃ καὶ προσθῆται τὴν αὑτῆς ῥοπήν, αὖθις οἷον ἐκ μεταμελείας ἀντισηκοῦν καὶ λυμαίνεσθαι τὰ κατορθώματα παρὰ πόδας. 29.22.3 καὶ τότε περὶ τὸν Εὐμένη γενέσθαι συνέπεσε· 29.22.4 δόξας γὰρ μάλιστα τότε τὴν ἰδίαν ἀρχὴν ἐν ἀσφαλεῖ βεβηκέναι καὶ πολλὴν ἐπιφέρειν ῥᾳστώνην τὸν ἑξῆς χρόνον, ἅτε τοῦ Περσέως καὶ καθόλου τῆς ἐν Μακεδονίᾳ βασιλείας ἄρδην ἀνῃρημένης, τότε μεγίστοις ἐνεκύρησε κινδύνοις τῶν κατὰ τὴν Ἀσίαν Γαλατῶν ἀνυπονοήτως συνεξαναστάντων τοῖς καιροῖς.

IV. Bellum Antiochi Iv Cum Ptolemaeis Fratribus. 29.23.1

Ὅτι κατὰ τὴν Πελοπόννησον ἔτι κατὰ χειμῶνα πρεσβείας παραγενομένης παρὰ τῶν βασιλέων ἀμφοτέρων Πτολεμαίου καὶ Πτολεμαίου περὶ βοηθείας, ἐγενήθη διαβούλια καὶ πλείω, πολλὴν ἔχοντα φιλοτιμίαν. 29.23.2 τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.21.5 Polyb. 29.22.2 (English) >>Polyb. 29.23.6

Powered by PhiloLogic