Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.22.2 Polyb. 29.23.5 (English) >>Polyb. 29.24.2

29.23.2 τοῖς μὲν γὰρ περὶ τὸν Καλλικράτην καὶ Διοφάνην καὶ σὺν τούτοις Ὑπέρβατον οὐκ ἤρεσκε διδόναι βοήθειαν, 29.23.3 τοῖς δὲ περὶ τὸν Ἄρχωνα καὶ Λυκόρταν καὶ Πολύβιον ἤρεσκε τὸ διδόναι τοῖς βασιλεῦσι κατὰ τὴν ὑπάρχουσαν συμμαχίαν. 29.23.4 ἤδη γὰρ συνέβαινε τότε τὸν νεώτερον Πτολεμαῖον ὑπὸ τῶν ὄχλων ἀναδεδεῖχθαι βασιλέα διὰ τὴν περίστασιν, τὸν δὲ πρεσβύτερον ἐκ τῆς Μέμφεως καταπεπορεῦσθαι καὶ συμβασιλεύειν τἀδελφῷ. 29.23.5 καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ διακοσίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δʼ ἱππέων Πολύβιον. 29.23.6 πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον διεπέμψαντο, παρακαλοῦντες αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. 29.23.7 συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν. 29.23.8 τῶν δὲ πρεσβευτῶν παραγενομένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων ὄντα μεγάλα καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν ὄψιν ἀγόντων καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, 29.23.9 πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν· ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν. οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον,


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.22.2 Polyb. 29.23.5 (English) >>Polyb. 29.24.2

Powered by PhiloLogic