Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.23.1 Polyb. 29.23.8 (English) >>Polyb. 29.24.5

29.23.5 καὶ δεόμενοι παντοδαπῆς ἐπικουρίας ἐξαπέστειλαν πρεσβευτὰς Εὐμένη καὶ Διονυσόδωρον πρὸς τοὺς Ἀχαιούς, αἰτοῦντες πεζοὺς μὲν χιλίους ἱππεῖς δὲ διακοσίους, ἡγεμόνα δὲ τῆς ὅλης συμμαχίας Λυκόρταν, τῶν δʼ ἱππέων Πολύβιον. 29.23.6 πρὸς δὲ Θεοδωρίδαν τὸν Σικυώνιον διεπέμψαντο, παρακαλοῦντες αὐτὸν συστήσασθαι ξενολόγιον χιλίων ἀνδρῶν. 29.23.7 συνέβαινε δὲ τοὺς μὲν βασιλεῖς τὴν ἐπὶ πλεῖον σύστασιν ἔχειν πρὸς τοὺς εἰρημένους ἄνδρας ἐκ τῶν πράξεων ὧν εἰρήκαμεν. 29.23.8 τῶν δὲ πρεσβευτῶν παραγενομένων, τῆς συνόδου τῶν Ἀχαιῶν οὔσης ἐν Κορίνθῳ, καὶ τά τε φιλάνθρωπα πρὸς τὴν βασιλείαν ἀνανεωσαμένων ὄντα μεγάλα καὶ τὴν περίστασιν τῶν βασιλέων ὑπὸ τὴν ὄψιν ἀγόντων καὶ δεομένων σφίσι βοηθεῖν, τὸ μὲν πλῆθος τῶν Ἀχαιῶν ἕτοιμον ἦν οὐ μέρει τινί, 29.23.9 πανδημεὶ δὲ συγκινδυνεύειν, εἰ δέοι, τοῖς βασιλεῦσιν· ἀμφότεροι γὰρ εἶχον τό τε διάδημα καὶ τὴν ἐξουσίαν. οἱ δὲ περὶ τὸν Καλλικράτην ἀντέλεγον, 29.23.10 φάσκοντες δεῖν καθόλου μὲν μὴ πραγματοκοπεῖν, ἐν δὲ τοῖς παροῦσι καιροῖς μηδʼ ὅλως, ἀλλʼ ἀπερισπάστους ὑπάρχοντας Ῥωμαίοις παρέχεσθαι χρείας· 29.23.11 μάλιστα γὰρ ἦν τότε προσδόκιμος περὶ τῶν ὅλων κίνδυνος, ἅτε τοῦ Κοΐντου τοῦ Φιλίππου τὴν παραχειμασίαν ἐν τῇ

29.24.1

Μακεδονίᾳ ποιουμένου. τῶν δὲ πολλῶν εἰς ἀπορίαν ἐμπιπτόντων, μὴ δόξωσι Ῥωμαίων ἀστοχεῖν, μεταλαβόντες τοὺς λόγους οἱ περὶ τὸν Λυκόρταν καὶ Πολύβιον ἐδίδασκον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.23.1 Polyb. 29.23.8 (English) >>Polyb. 29.24.5

Powered by PhiloLogic