Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.24.15 Polyb. 29.25.7 (English) >>Polyb. 29.27.6

29.25.4 ἦν δὲ τοῦτο κατὰ τῆς ὑποθέσεως· οἱ γὰρ περὶ τὸν Τίτον ἀδυνατήσαντες τοῦ διαλύειν ἀνακεχωρήκεισαν εἰς τὴν Ῥώμην ἄπρακτοι τελείως. 29.25.5 ἀλλʼ οἱ περὶ τὸν Πολύβιον οὐ βουλόμενοι διὰ τὸν Μάρκιον πρὸς τὴν ἐπιστολὴν ἀντιλέγειν ἀνεχώρησαν ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν κατὰ τὴν βοήθειαν οὕτω διέπεσε τοῖς βασιλεῦσι, 29.25.6 τοῖς δʼ Ἀχαιοῖς ἔδοξε πρεσβευτὰς ἀποστέλλειν τοὺς διαλύσοντας· καὶ κατεστάθησαν Ἄρχων Αἰγειράτης, Ἀρκεσίλαος Ἀρίστων Μεγαλοπολῖται. 29.25.7 οἱ δὲ παρὰ τοῦ Πτολεμαίου πρεσβευταὶ διαψευσθέντες τῆς συμμαχίας ἀνέδωκαν τοῖς ἄρχουσιν, ἑτοίμας ἔχοντες, ἐπιστολὰς παρὰ τῶν βασιλέων, διʼ ὧν ἠξίουν τοὺς Ἀχαιοὺς ἐκπέμπειν Λυκόρταν καὶ Πολύβιον ἐπὶ τὸν ἐνεστῶτα πόλεμον. —

29.26.1

Ἐπιλαθόμενος δὲ τῶν γεγραμμένων ὑπʼ αὐτοῦ Ἀντίοχος καὶ τῶν εἰρημένων ἐξήρτυε πόλεμον κατὰ Πτολεμαίου, ὥστε καὶ λίαν ἀληθὲς φαίνεσθαι τὸ ῥηθὲν ὑπὸ Σιμωνίδου χαλεπὸν ἐσθλὸν ἔμμεναι. 29.26.2 ἔχειν μὲν γὰρ ὁρμὰς ἐπὶ τὰ καλὰ καὶ μέχρι τινὸς ἀντιποιήσασθαι τούτων εὐμαρές, ὁμαλίσαι δὲ καὶ κατὰ πᾶσαν περίστασιν ἐπίμονον γενέσθαι τῇ γνώμῃ, μηδὲν τοῦ καλοῦ καὶ τοῦ δικαίου προυργιαίτερον τιθέμενον, δυσχερές. —

29.27.1

Ὅτι τοῦ Ἀντιόχου πρὸς Πτολεμαῖον ἕνεκεν τοῦ Πηλούσιον κατασχεῖν ἀφικομένου, 29.27.2 Ποπίλιος τῶν Ῥωμαίων στρατηγός, τοῦ βασιλέως πόρρωθεν ἀσπαζομένου διὰ τῆς φωνῆς καὶ τὴν δεξιὰν προτείνοντος, πρόχειρον ἔχων τὸ δελτάριον, ἐν τὸ τῆς συγκλήτου δόγμα κατετέτακτο, προύτεινεν αὐτῷ καὶ τοῦτʼ ἐκέλευσε πρῶτον ἀναγνῶναι τὸν Ἀντίοχον,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.24.15 Polyb. 29.25.7 (English) >>Polyb. 29.27.6

Powered by PhiloLogic