29.4.4 ὁ δὲ Περσεύς, παραγενομένων εἰς τὴν Μακεδονίαν τῶν πρεσβευτῶν παρὰ τοῦ Γενθίου καὶ τῶν ὁμηρευόντων, ὁρμήσας ἀπὸ τῆς περὶ τὸν Ἐλπειὸν ποταμὸν παρεμβολῆς μετὰ πάντων τῶν ἱππέων ἀπήντα τοῖς προειρημένοις εἰς τὸ Δῖον,
29.4.5 καὶ συμμίξας πρῶτον μὲν ἀπέδωκε τοὺς ὅρκους ὑπὲρ τῆς συμμαχίας ἐναντίον πάντων τῶν ἱππέων· πάνυ γὰρ ἐβούλετο σαφῶς εἰδέναι τοὺς Μακεδόνας τὴν τοῦ Γενθίου κοινοπραγίαν, ἐλπίζων εὐθαρσεστέρους αὐτοὺς ὑπάρξειν, προσγενομένης ταύτης τῆς ῥοπῆς.
29.4.6 ἔπειτα δὲ τοὺς ὁμήρους παρελάμβανε καὶ παρεδίδου τοὺς ἑαυτοῦ τοῖς περὶ Ὀλυμπίωνα. ὧν ἦσαν ἐπιφανέστατοι Λιμναῖος ὁ Πολεμοκράτους καὶ Βάλακρος ὁ Πανταύχου.
29.4.7 μετὰ δὲ ταῦτα τοὺς μὲν ἐπὶ τὰ χρήματα παρόντας εἰς Πέλλαν ἐξέπεμπεν, ὡς ἐκεῖ παραληψομένους, τοὺς δὲ πρεσβευτὰς τοὺς εἰς τὴν Ῥόδον εἰς Θετταλονίκην πρὸς Μητρόδωρον, συντάξας ἑτοίμους εἶναι πρὸς τὸν πλοῦν. ἔπεισε δὲ καὶ τοὺς Ῥοδίους συνεμβαίνειν εἰς τὸν πόλεμον.
29.4.8 ταῦτα δὲ διοικήσας Ἡροφῶντα μὲν ἐξέπεμψε πρεσβευτὴν πρὸς τὸν Εὐμένη, καὶ πρότερον ἤδη διαπεσταλμένον, Τηλέμναστον δὲ τὸν Κρῆτα πρὸς τὸν Ἀντίοχον,
29.4.9 μὴ παρορᾶν τὸν καιρὸν μηδʼ ὑπολαμβάνειν πρὸς αὐτὸν μόνον ἀνήκειν τὴν ὑπερηφανίαν καὶ τὴν βαρύτητα τῶν Ῥωμαίων,
29.4.10 σαφῶς δὲ γινώσκειν ὡς ἐὰν μὴ καὶ νῦν αὐτὸς συνεπιλαμβάνηται, μάλιστα μὲν διαλύων τὸν πόλεμον, εἰ δὲ μή, βοηθῶν, ταχέως πεῖραν λήψεται τῆς αὐτῆς ἑαυτῷ τύχης. —