Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.5.3 Polyb. 29.7.2 (English) >>Polyb. 29.8.2

29.6.4 τὸν Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότʼ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν πρὸς Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας. 29.6.5 ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, διʼ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων· 29.6.6 τίς δʼ

29.7.1

αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν. ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν· 29.7.2 χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς· 29.7.3 λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους διʼ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. 29.7.4 θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ παραγγελλόμενον ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθʼ ἕκαστον ἔτος, 29.7.5 τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.5.3 Polyb. 29.7.2 (English) >>Polyb. 29.8.2

Powered by PhiloLogic