Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.6.4 Polyb. 29.7.5 (English) >>Polyb. 29.8.5

29.7.2 χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς· 29.7.3 λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους διʼ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι. 29.7.4 θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ παραγγελλόμενον ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθʼ ἕκαστον ἔτος, 29.7.5 τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, 29.7.6 ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· 29.7.7 πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι. 29.7.8 ταῦτα δὲ συλλογισάμενος ἐφʼ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτʼ ἂν ὠνήσασθαι τὴν ἐλπίδα ταύτην.

29.8.1

μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· 29.8.2 δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.6.4 Polyb. 29.7.5 (English) >>Polyb. 29.8.5

Powered by PhiloLogic