Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.6.5 Polyb. 29.8.1 (English) >>Polyb. 29.8.8

29.7.5 τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, 29.7.6 ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν· 29.7.7 πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι. 29.7.8 ταῦτα δὲ συλλογισάμενος ἐφʼ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτʼ ἂν ὠνήσασθαι τὴν ἐλπίδα ταύτην.

29.8.1

μὲν οὖν καταρχὴ τῆς πρὸς ἀλλήλους ἐπιπλοκῆς δοκεῖ μοι διὰ ταῦτα γεγονέναι· 29.8.2 δυεῖν δὲ συγκρινομένων, τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι, τοῦ δὲ φιλαργυρωτάτου, γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν. 29.8.3 μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει, πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις· 29.8.4 δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο, καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τʼ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ. 29.8.5 τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον. μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα, τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια, καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.6.5 Polyb. 29.8.1 (English) >>Polyb. 29.8.8

Powered by PhiloLogic