Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.8.2 Polyb. 29.8.10 (English) >>Polyb. 29.9.6

29.8.7 περὶ δὲ τῶν χρημάτων ὑπὲρ μὲν τῶν πεντακοσίων ταλάντων αἰσχρὸν ἔφησεν εἶναι καὶ τῷ διδόντι καὶ μᾶλλον ἔτι τῷ λαμβάνοντι τὸ δοκεῖν μισθοῦ τὴν ἡσυχίαν ἔχειν, τὰ δὲ χίλια καὶ πεντακόσια πέμψειν φέροντας ἔφη τοὺς περὶ Πολεμοκράτην εἰς Σαμοθρᾴκην κἀκεῖ μεσιτεύσειν. τῆς δὲ Σαμοθρᾴκης αὐτὸς ἦν κύριος· δʼ Εὐμένης σπουδάζων, 29.8.8 καθάπερ οἱ μοχθηροὶ τῶν ἰατρῶν, περὶ τὸ πρόδομα μᾶλλον περὶ τὸν μισθὸν τέλος ἀπέστη τῆς ἐπιβολῆς, ἀδυνατήσας καταγωνίσασθαι τῇ σφετέρᾳ πανουργίᾳ τὴν τοῦ Περσέως μικρολογίαν. 29.8.9 καὶ δὴ τῷ τοιούτῳ τρόπῳ ποιήσαντες ἱερὸν τὸν στέφανον τῆς φιλαργυρίας διελύθησαν ἐπʼ ἴσης, καθάπερ ἀγαθοὶ παλαισταί. 29.8.10 τούτων δʼ ἔνια μὲν ἐξερρύη παρʼ αὐτὸν τὸν καιρόν, ἔνια δὲ μετʼ ὀλίγον εἰς τοὺς παρακειμένους τῷ Περσεῖ φίλους, παρʼ ὧν ἡμῖν ἐξεποίησε πυθέσθαι διότι πάσης κακίας ὡσανεὶ πατταλεῖόν ἐστιν φιλαργυρία.

29.9.1

Προστίθημι δʼ ἔτι παρʼ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν. 29.9.2 τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις;



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 29.8.2 Polyb. 29.8.10 (English) >>Polyb. 29.9.6

Powered by PhiloLogic