Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 29.7.3 | Polyb. 29.8.3 (English) | >>Polyb. 29.8.9 |
29.7.7 πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι .
29.7.8 ταῦτα δὲ συλλογισάμενος ἐφʼ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτʼ ἂν ὠνήσασθαι τὴν ἐλπίδα ταύτην .
29.8.1
δυεῖν δὲ συγκρινομένων , τοῦ μὲν πανουργοτάτου δοκοῦντος εἶναι , τοῦ δὲ φιλαργυρωτάτου , γελοίαν συνέβαινε γίνεσθαι τὴν διαμάχην αὐτῶν .
29.8.3 ὁ μὲν γὰρ Εὐμένης πᾶσαν ἐλπίδα προύτεινε καὶ πᾶν γένος δελέατος ὑπερρίπτει , πεπεισμένος θηρεύσειν τὸν Περσέα ταῖς ἐπαγγελίαις ·
29.8.4 ὁ δὲ Περσεὺς μακρόθεν ὥρμα πρὸς τὰ προτεινόμενα καὶ συνετίθετο , καταπιεῖν δὲ τῶν λεγομένων οὐδὲν οἷός τʼ ἦν ἐπὶ τοσοῦτον ὥστε καὶ προέσθαι τι τῶν αὑτοῦ .
29.8.5 τὸ δὲ γένος τῶν παλαισμάτων ἦν τοιοῦτον . ὁ μὲν γὰρ Εὐμένης ᾔτει τοῦ μὲν ἡσυχίαν ἔχειν κατὰ τὸ τέταρτον ἔτος καὶ μὴ συστρατεῦσαι Ῥωμαίοις μήτε κατὰ γῆν μήτε κατὰ θάλατταν πεντακόσια τάλαντα , τοῦ δὲ διαλῦσαι τὸν πόλεμον χίλια πεντακόσια , καὶ τούτων ὁμήρους δώσειν κατὰ τάχος ὑπισχνεῖτο καὶ πίστεις .
29.8.6 ὁ δὲ Περσεὺς ἐδέχετο περὶ τῶν ὁμήρων καὶ πόσα καὶ πότε πέμπεσθαι καὶ πῶς δεήσει ταῦτα τηρεῖσθαι παρὰ τοῖς Κνωσίοις ·
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 29.7.3 | Polyb. 29.8.3 (English) | >>Polyb. 29.8.9 |