29.9.9 εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός.
29.9.10 πόσου δὲ τοῦτʼ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογίσασθαι·
29.9.11 πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατʼ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις.
29.9.12 τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντʼ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ
δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν.
29.9.13 ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον —
29.10.1
Ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων.
29.10.2 καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον ὡς ἐν τῷ περὶ δημηγορίας τέθειται διέκρινε τὸ διαβούλιον,
29.10.3 ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους.
29.10.4 οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἁγέπολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἁγησίλοχον, Τήλεφον.