Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.1.1 Polyb. 3.1.8 (English) >>Polyb. 3.2.4

3.1.5 τούτου δʼ ἔχοντος καὶ τὴν ἀρχὴν γνωριζομένην καὶ τὸν χρόνον ὡρισμένον καὶ τὴν συντέλειαν ὁμολογουμένην, χρήσιμον ἡγούμεθʼ εἶναι καὶ τὸ περὶ τῶν μεγίστων ἐν αὐτῷ μερῶν, ὅσα μεταξὺ κεῖται τῆς ἀρχῆς καὶ τοῦ τέλους, κεφαλαιωδῶς ἐπιμνησθῆναι καὶ προεκθέσθαι. 3.1.6 μάλιστα γὰρ οὕτως ὑπολαμβάνομεν τοῖς φιλομαθοῦσι παρασκευάσειν ἱκανὴν ἔννοιαν τῆς ὅλης ἐπιβολῆς. 3.1.7 πολλὰ μὲν γὰρ προλαμβανούσης τῆς ψυχῆς ἐκ τῶν ὅλων πρὸς τὴν κατὰ μέρος τῶν πραγμάτων γνῶσιν, πολλὰ δʼ ἐκ τῶν κατὰ μέρος πρὸς τὴν τῶν ὅλων ἐπιστήμην, ἀρίστην ἡγούμενοι τὴν ἐξ ἀμφοῖν ἐπίστασιν καὶ θέαν ἀκόλουθον τοῖς εἰρημένοις ποιησόμεθα τὴν προέκθεσιν τῆς αὑτῶν πραγματείας. 3.1.8 τὴν μὲν οὖν καθόλου τῆς ὑποθέσεως ἔμφασιν καὶ τὴν περιγραφὴν ἤδη δεδηλώκαμεν. 3.1.9 τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ γεγονότων ἀρχὰς μὲν εἶναι συμβαίνει τοὺς προειρημένους πολέμους, καταστροφὴν δὲ καὶ συντέλειαν τὴν κατάλυσιν τῆς ἐν Μακεδονίᾳ βασιλείας, χρόνον δὲ τὸν μεταξὺ τῆς ἀρχῆς καὶ τοῦ τέλους ἔτη πεντήκοντα τρία, 3.1.10 περιέχεσθαι δʼ ἐν τούτῳ τηλικαύτας καὶ τοιαύτας πράξεις, ὅσας οὐδεὶς τῶν προγεγονότων καιρῶν ἐν ἴσῳ περιέλαβε διαστήματι. 3.1.11 περὶ ὧν ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος ἀρξάμενοι τοιάνδε

3.2.1

τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως. ὑποδείξαντες γὰρ τὰς αἰτίας, διʼ ἃς προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, προσαγορευθεὶς Ἀννιβιακός,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.1.1 Polyb. 3.1.8 (English) >>Polyb. 3.2.4

Powered by PhiloLogic