Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.102.4 Polyb. 3.103.1 (English) >>Polyb. 3.103.8

3.102.9 τῇ δʼ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν. 3.102.10 γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν. 3.102.11 ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.

3.103.1

Οἱ δʼ ἐν τῇ Ῥώμῃ, προσπεσόντος σφίσι τοῦ γεγονότος μειζόνως κατὰ τὴν ἀλήθειαν, περιχαρεῖς ἦσαν διὰ τὸ πρῶτον μὲν ἐκ τῆς προϋπαρχούσης ὑπὲρ τῶν ὅλων δυσελπιστίας οἱονεὶ μεταβολήν τινα πρὸς τὸ βέλτιον αὐτοῖς προφαίνεσθαι, 3.103.2 δεύτερον δὲ καὶ διὰ τὸ δοκεῖν τὸν πρὸ τούτου χρόνον τὴν ἀπραγίαν καὶ κατάπληξιν τῶν στρατοπέδων μὴ παρὰ τὴν τῶν δυνάμεων ἀποδειλίασιν, ἀλλὰ παρὰ τὴν τοῦ προεστῶτος εὐλάβειαν γεγονέναι. 3.103.3 διὸ καὶ τὸν μὲν Φάβιον ᾐτιῶντο καὶ κατεμέμφοντο πάντες ὡς ἀτόλμως χρώμενον τοῖς καιροῖς, τὸν δὲ Μάρκον ἐπὶ τοσοῦτον ηὖξον διὰ τὸ συμβεβηκὸς ὥστε τότε γενέσθαι τὸ μηδέποτε γεγονός· 3.103.4 αὐτοκράτορα γὰρ κἀκεῖνον κατέστησαν, πεπεισμένοι ταχέως αὐτὸν τέλος ἐπιθήσειν τοῖς πράγμασι· καὶ δὴ δύο δικτάτορες ἐγεγόνεισαν ἐπὶ τὰς αὐτὰς πράξεις, πρότερον οὐδέποτε συνεβεβήκει παρὰ Ῥωμαίοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.102.4 Polyb. 3.103.1 (English) >>Polyb. 3.103.8

Powered by PhiloLogic