Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.103.7 Polyb. 3.104.5 (English) >>Polyb. 3.105.6

3.104.3 οὔσης δέ τινος ὑπεροχῆς μεταξὺ τῆς αὐτοῦ καὶ τῆς τοῦ Μάρκου στρατοπεδείας δυναμένης ἑκατέρους βλάπτειν, ἐπεβάλετο καταλαβεῖν ταύτην. σαφῶς δὲ γινώσκων ἐκ τοῦ προγεγονότος κατορθώματος ὅτι παρέσται βοηθῶν ἐκ χειρὸς πρὸς ταύτην τὴν ἐπιβολήν, ἐπινοεῖ τι τοιοῦτον. 3.104.4 τῶν γὰρ τόπων τῶν περὶ τὸν λόφον ὑπαρχόντων ψιλῶν μέν, πολλὰς δὲ καὶ παντοδαπὰς ἐχόντων περικλάσεις κοιλότητας, ἐξέπεμψε τῆς νυκτὸς εἰς τὰς ἐπιτηδειοτάτας ὑποβολὰς ἀνὰ διακοσίους καὶ τριακοσίους, πεντακοσίους μὲν ἱππεῖς, ψιλοὺς δὲ καὶ πεζοὺς τοὺς πάντας εἰς πεντακισχιλίους. 3.104.5 ἵνα δὲ μὴ πρῲ κατοπτευθῶσιν ὑπὸ τῶν εἰς τὰς προνομὰς ἐκπορευομένων, ἅμα τῷ διαυγάζειν κατελάμβανε τοῖς εὐζώνοις τὸν λόφον. 3.104.6 δὲ Μάρκος θεωρῶν τὸ γινόμενον καὶ νομίσας ἑρμαῖον εἶναι παραυτίκα μὲν ἐξαπέστειλε τοὺς ψιλούς, κελεύσας ἀγωνίζεσθαι καὶ διαμάχεσθαι περὶ τοῦ τόπου, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς· 3.104.7 ἑξῆς δὲ τούτοις κατόπιν αὐτὸς ἦγε συνεχῆ τὰ βαρέα τῶν ὅπλων, καθάπερ καὶ πρότερον, ἑκάστων ποιούμενος

3.105.1

παραπλήσιον τὸν χειρισμόν. ἄρτι δὲ τῆς ἡμέρας διαφαινούσης, καὶ πάντων ταῖς τε διανοίαις καὶ τοῖς ὄμμασι περιεσπασμένων περὶ τοὺς ἐν τῷ γεωλόφῳ κινδυνεύοντας, ἀνύποπτος ἦν τῶν ἐνεδρευόντων ὑποβολή. 3.105.2 τοῦ δʼ Ἀννίβου συνεχῶς μὲν ἐπαποστέλλοντος τοῖς ἐν τῷ λόφῳ τοὺς βοηθήσοντας, ἑπομένου δὲ κατὰ πόδας αὐτοῦ μετὰ τῶν ἱππέων καὶ τῆς δυνάμεως, ταχέως συνέβη καὶ τοὺς ἱππεῖς συμπεσεῖν ἀλλήλοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.103.7 Polyb. 3.104.5 (English) >>Polyb. 3.105.6

Powered by PhiloLogic