Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.108.7 Polyb. 3.109.4 (English) >>Polyb. 3.109.10

3.109.1

πρῶτον γὰρ ἡμεῖς ἀμφότεροι πάρεσμεν, οὐ μόνον αὐτοὶ κοινωνήσοντες ὑμῖν τῶν κινδύνων, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ πρότερον ἔτους ἄρχοντας ἑτοίμους παρεσκευάκαμεν πρὸς τὸ μένειν καὶ μετέχειν τῶν αὐτῶν ἀγώνων. 3.109.2 ὑμεῖς γε μὴν οὐ μόνον ἑωράκατε τοὺς καθοπλισμούς, τὰς τάξεις, τὰ πλήθη τῶν πολεμίων, ἀλλὰ καὶ διαμαχόμενοι μόνον οὐ καθʼ ἑκάστην ἡμέραν δεύτερον ἐνιαυτὸν ἤδη διατελεῖτε. 3.109.3 πάντων οὖν τῶν κατὰ μέρος ἐναντίως ἐχόντων ταῖς προγεγενημέναις μάχαις, εἰκὸς καὶ τὸ τέλος ἐναντίον ἐκβήσεσθαι τοῦ νῦν ἀγῶνος. 3.109.4 καὶ γὰρ ἄτοπον, μᾶλλον δʼ ὡς εἰπεῖν ἀδύνατον, ἐν μὲν τοῖς κατὰ μέρος ἀκροβολισμοῖς ἴσους πρὸς ἴσους συμπίπτοντας τὸ πλεῖον ἐπικρατεῖν, ὁμοῦ δὲ πάντας παραταξαμένους πλείους ὄντας διπλασίους τῶν ὑπεναντίων ἐλαττωθῆναι. 3.109.5 διόπερ, ἄνδρες, πάντων ὑμῖν παρεσκευασμένων πρὸς τὸ νικᾶν, ἑνὸς προσδεῖται τὰ πράγματα, τῆς ὑμετέρας βουλήσεως καὶ προθυμίας, ὑπὲρ ἧς οὐδὲ παρακαλεῖσθαι πλείω πρέπειν ὑμῖν ὑπολαμβάνω. 3.109.6 τοῖς μέν γε μισθοῦ παρά τισι στρατευομένοις τοῖς κατὰ συμμαχίαν ὑπὲρ τῶν πέλας μέλλουσι κινδυνεύειν, οἷς κατʼ αὐτὸν τὸν ἀγῶνα καιρός ἐστι δεινότατος, τὰ δʼ ἐκ τῶν ἀποβαινόντων βραχεῖαν ἔχει διαφοράν, ἀναγκαῖος τῆς παρακλήσεως γίνεται τρόπος· 3.109.7 οἷς δέ, καθάπερ ὑμῖν νῦν, οὐχ ὑπὲρ ἑτέρων ἀλλʼ ὑπὲρ σφῶν αὐτῶν καὶ πατρίδος καὶ γυναικῶν καὶ τέκνων κίνδυνος συνέστηκεν, καὶ πολλαπλασίαν τὰ μετὰ ταῦτα συμβαίνοντα τὴν διαφορὰν ἔχει τῶν ἐνεστώτων ἀεὶ κινδύνων, ὑπομνήσεως μόνον, παρακλήσεως δʼ οὐ προσδεῖ.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.108.7 Polyb. 3.109.4 (English) >>Polyb. 3.109.10

Powered by PhiloLogic