3.109.7 οἷς δέ, καθάπερ ὑμῖν νῦν, οὐχ ὑπὲρ ἑτέρων ἀλλʼ ὑπὲρ σφῶν αὐτῶν καὶ πατρίδος καὶ γυναικῶν καὶ τέκνων ὁ κίνδυνος συνέστηκεν, καὶ πολλαπλασίαν τὰ μετὰ ταῦτα συμβαίνοντα τὴν διαφορὰν ἔχει τῶν ἐνεστώτων ἀεὶ κινδύνων, ὑπομνήσεως μόνον, παρακλήσεως δʼ οὐ προσδεῖ.
3.109.8 τίς γὰρ οὐκ ἂν βούλοιτο μάλιστα μὲν νικᾶν ἀγωνιζόμενος, εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, τεθνάναι πρόσθεν μαχόμενος ἢ ζῶν ἐπιδεῖν τὴν τῶν προειρημένων ὕβριν καὶ καταφθοράν;
3.109.9 διόπερ, ὦ ἄνδρες, χωρὶς τῶν ὑπʼ ἐμοῦ λεγομένων, αὐτοὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὴν ἐκ τοῦ λείπεσθαι καὶ τοῦ νικᾶν διαφορὰν καὶ τὰ συνεξακολουθοῦντα τούτοις, οὕτως ἑαυτοὺς παραστήσεσθε πρὸς τὴν μάχην ὡς τῆς πατρίδος οὐ κινδυνευούσης νῦν αὐτοῖς τοῖς στρατοπέδοις, ἀλλὰ τοῖς ὅλοις.
3.109.10 τί γὰρ ἔτι προσθεῖσα τοῖς ὑποκειμένοις, ἐὰν ἄλλως πως τὰ παρόντα κριθῇ, περιγενήσεται τῶν ἐχθρῶν, οὐκ ἔχει.
3.109.11 πᾶσαν γὰρ τὴν αὑτῆς προθυμίαν καὶ δύναμιν εἰς ὑμᾶς ἀπήρεισται, καὶ πάσας τὰς ἐλπίδας ἔχει τῆς σωτηρίας ἐν ὑμῖν. ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν,
3.109.12 ἀλλʼ ἀπόδοτε μὲν τῇ πατρίδι τὰς ἁρμοζούσας χάριτας, φανερὸν δὲ πᾶσιν ἀνθρώποις ποιήσατε διότι καὶ τὰ πρότερον ἐλαττώματα γέγονεν οὐ διὰ τὸ Ῥωμαίους χείρους ἄνδρας εἶναι Καρχηδονίων, ἀλλὰ διʼ ἀπειρίαν τῶν τότε μαχομένων καὶ διὰ τὰς ἐκ τῶν καιρῶν περιστάσεις.