Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.115.9 Polyb. 3.116.4 (English) >>Polyb. 3.116.10

3.116.1

Λεύκιος δὲ καίπερ ὢν ἐξ ἀρχῆς ἐπὶ τοῦ δεξιοῦ κέρατος καὶ μετασχὼν ἐπί τι τοῦ τῶν ἱππέων ἀγῶνος ὅμως ἔτι τότε διεσῴζετο. 3.116.2 βουλόμενος δὲ τοῖς κατὰ τὴν παράκλησιν λόγοις ἀκολούθως ἐπʼ αὐτῶν γίνεσθαι τῶν ἔργων καὶ θεωρῶν τὸ συνέχον τῆς κατὰ τὸν ἀγῶνα κρίσεως ἐν τοῖς πεζικοῖς στρατοπέδοις κείμενον, 3.116.3 παριππεύων ἐπὶ τὰ μέσα τῆς ὅλης παρατάξεως ἅμα μὲν αὐτὸς συνεπλέκετο καὶ προσέφερε τὰς χεῖρας τοῖς ὑπεναντίοις, ἅμα δὲ παρεκάλει καὶ παρώξυνε τοὺς παρʼ αὑτοῦ στρατιώτας. 3.116.4 τὸ δὲ παραπλήσιον Ἀννίβας ἐποίει· καὶ γὰρ οὗτος ἐξ ἀρχῆς ἐπὶ τούτοις τοῖς μέρεσιν ἐπέστη τῆς δυνάμεως. 3.116.5 οἱ δὲ Νομάδες ἀπὸ τοῦ δεξιοῦ κέρατος προσπίπτοντες τοῖς ὑπεναντίοις ἱππεῦσι τοῖς ἐπὶ τῶν εὐωνύμων τεταγμένοις μέγα μὲν οὔτʼ ἐποίουν οὐδὲν οὔτʼ ἔπασχον διὰ τὴν ἰδιότητα τῆς μάχης, ἀπράκτους γε μὴν τοὺς πολεμίους παρεσκεύαζον, περισπῶντες καὶ πανταχόθεν προσπίπτοντες. 3.116.6 ἐπεὶ δʼ οἱ περὶ τὸν Ἀσδρούβαν ἀποκτείναντες τοὺς περὶ τὸν ποταμὸν ἱππεῖς πλὴν παντελῶς ὀλίγων παρεβοήθησαν ἀπὸ τῶν εὐωνύμων τοῖς Νομάσιν, τότε προϊδόμενοι τὴν ἔφοδον αὐτῶν οἱ σύμμαχοι τῶν Ῥωμαίων ἱππεῖς ἐκκλίναντες ἀπεχώρουν. 3.116.7 ἐν καιρῷ πραγματικὸν δοκεῖ ποιῆσαι καὶ φρόνιμον ἔργον Ἀσδρούβας· θεωρῶν γὰρ τοὺς Νομάδας τῷ τε πλήθει πολλοὺς ὄντας καὶ πρακτικωτάτους καὶ φοβερωτάτους τοῖς ἅπαξ ἐγκλίνασιν, τοὺς μὲν φεύγοντας παρέδωκε τοῖς Νομάσιν, πρὸς δὲ τὴν τῶν πεζῶν μάχην ἡγεῖτο, σπεύδων παραβοηθῆσαι τοῖς Λίβυσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.115.9 Polyb. 3.116.4 (English) >>Polyb. 3.116.10

Powered by PhiloLogic