Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.117.6 Polyb. 3.117.12 (English) >>Polyb. 3.118.8

3.117.10 ἑάλωσαν δὲ τοιούτῳ τινὶ τρόπῳ. καταλιπόντος Ἀννίβου φυλακὴν ἀρκοῦσαν ἐπὶ τοῦ χάρακος, ἅμα τῷ κατάρξασθαι τὴν μάχην κατὰ τὸ συνταχθὲν ἐπολιόρκουν οἱ Ῥωμαῖοι, προσβάλλοντες τοὺς ἀπολελειμμένους ἐν τῷ τῶν Καρχηδονίων χάρακι. τὸ μὲν οὖν πρῶτον ἀντεῖχον· 3.117.11 ἤδη δʼ αὐτῶν πιεζομένων, ἐπειδὴ κατὰ πάντα τὰ μέρη τὴν μάχην Ἀννίβας ἔκρινε, καὶ τότε παραβοηθήσας καὶ τρεψάμενος συνέκλεισε τοὺς Ῥωμαίους εἰς τὴν ἰδίαν παρεμβολὴν καὶ δισχιλίους μὲν αὐτῶν ἀπέκτεινε, τῶν δὲ λοιπῶν ἐγκρατὴς ἐγένετο ζωγρίᾳ πάντων. 3.117.12 ὁμοίως δὲ καὶ τοὺς ἐπὶ τὰ κατὰ τὴν χώραν ἐρύματα συμπεφευγότας ἐκπολιορκήσαντες οἱ Νομάδες ἐπανῆγον, ὄντας εἰς δισχιλίους τῶν εἰς φυγὴν τραπέντων ἱππέων.

3.118.1

Βραβευθείσης δὲ τῆς μάχης τὸν προειρημένον τρόπον, ἀκόλουθον εἰλήφει τὰ ὅλα κρίσιν τοῖς ὑπʼ ἀμφοτέρων προσδοκωμένοις. 3.118.2 Καρχηδόνιοι μὲν γὰρ διὰ τῆς πράξεως ταύτης παραχρῆμα τῆς μὲν λοιπῆς παραλίας σχεδὸν πάσης ἦσαν ἐγκρατεῖς· 3.118.3 Ταραντῖνοί τε γὰρ εὐθέως ἐνεχείριζον αὑτούς, Ἀργυριππανοὶ δὲ καὶ Καπυανῶν τινες ἐκάλουν τὸν Ἀννίβαν, οἱ δὲ λοιποὶ πάντες ἀπέβλεπον ἤδη τότε πρὸς Καρχηδονίους· 3.118.4 μεγάλας δʼ εἶχον ἐλπίδας ἐξ ἐφόδου καὶ τῆς Ῥώμης αὐτῆς ἔσεσθαι κύριοι· 3.118.5 Ῥωμαῖοί γε μὴν τὴν Ἰταλιωτῶν δυναστείαν παραχρῆμα διὰ τὴν ἧτταν ἀπεγνώκεισαν, ἐν μεγάλοις δὲ φόβοις καὶ κινδύνοις ἦσαν περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ τῆς πατρίδος ἐδάφους, ὅσον οὔπω προσδοκῶντες ἥξειν αὐτὸν τὸν Ἀννίβαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.117.6 Polyb. 3.117.12 (English) >>Polyb. 3.118.8

Powered by PhiloLogic