Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.11.8 Polyb. 3.12.7 (English) >>Polyb. 3.13.8

3.12.5 διὸ καὶ τοὺς ἐπὶ πραγμάτων ταττομένους χρὴ τῶν τοιούτων οὐδενὸς μᾶλλον φροντίζειν ὡς τοῦ μὴ λανθάνειν τὰς προαιρέσεις τῶν διαλυομένων τὰς ἔχθρας συντιθεμένων τὰς φιλίας, πότε τοῖς καιροῖς εἴκοντες καὶ πότε ταῖς ψυχαῖς ἡττώμενοι ποιοῦνται τὰς συνθήκας, 3.12.6 ἵνα τοὺς μὲν ἐφέδρους νομίζοντες εἶναι τῶν καιρῶν ἀεὶ φυλάττωνται, τοῖς δὲ πιστεύοντες ὡς ὑπηκόοις φίλοις ἀληθινοῖς πᾶν τὸ παραπῖπτον ἐξ ἑτοίμου παραγγέλλωσιν.

Αἰτίας μὲν 3.12.7 οὖν τοῦ κατʼ Ἀννίβαν πολέμου τὰς προειρημένας ἡγητέον, ἀρχὰς δὲ τὰς μελλούσας λέγεσθαι.

3.13.1

Καρχηδόνιοι γὰρ βαρέως μὲν ἔφερον καὶ τὴν ὑπὲρ Σικελίας ἧτταν, συνεπέτεινε δʼ αὐτῶν τὴν ὀργήν, καθάπερ ἐπάνω προεῖπον, τὰ κατὰ Σαρδόνα καὶ τὸ τῶν τελευταῖον συντεθέντων χρημάτων πλῆθος. 3.13.2 διόπερ ἅμα τῷ τὰ πλεῖστα κατʼ Ἰβηρίαν ὑφʼ αὑτοὺς ποιήσασθαι πρὸς πᾶν ἑτοίμως διέκειντο τὸ κατὰ Ῥωμαίων ὑποδεικνύμενον. 3.13.3 προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς· 3.13.4 ἀφικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρατηγὸν Ἀννίβαν, παραυτίκα συναθροίσαντες τὸν δῆμον μιᾷ γνώμῃ κυρίαν ἐποίησαν τὴν τῶν στρατοπέδων αἵρεσιν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 3.11.8 Polyb. 3.12.7 (English) >>Polyb. 3.13.8

Powered by PhiloLogic